Manuscript msA, page 268v
| prev: 268r | next: 269r |
20.431 Πηλείδη μὴ δὴ μ’ ἐπέεσσί γε νηπύτιον ὡς
20.432 ἔλπεο δειδίξεσθαι- ἐπεὶ σάφα οἶ\δα καὶ αὐτὸς
20.433 ἢ μεν κερτομίας . ἠδ’ αἴσυλα μυθήσασθαι-
20.434 οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός . ἐγὼ δὲ σέθεν πολὺ χείρων-
20.435 ἂλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται
20.436 αἴ κέ σε χειρότερός περ ἐὼν ἀπο θυμὸν ἕλωμαι .
20.437 δουρὶ βαλὼν . ἐπει ῆ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν-
20.438 ῆ ρα . καὶ ἀμπεπαλὼν προΐει δόρυ . καὶ τό γ’ Ἀθήνη .
20.439 πνοιῇ . Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο1
20.440 ῆκα μάλα ψύξασα . τὸ δ’ ὰψ ΐκεθ’ Ἕκτορα δῖον-
20.441 αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν- αὐτὰρ Ἀχιλλεὺς .
20.442 ἐμμεμαὼς ἐπόρουσε . κατακτάμεναι μενεαίνων-
20.443 σμερδαλέα , ἰ+άχων- τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων
20.444 ῥεῖα μάλ’ ὥς τε θεὸς . ἐκάλυψε δ’ ὰρ , ἠέρι πολλῇ-
20.445 τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
20.446 ἔγχεϊ χαλκείῳ . τρὶς δ’ ἠέρα τύψε βαθεῖαν-1
20.447 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ῗσος1
20.448 δεινὰ δ’ ὁμοκλήσας . ἔπεα πτερόεντα προσηύδα_-
20.449 ἐξ αῦ νῦν ἔφυγες θάνατον κύον- ῆ τέ τοι ἄγχι
20.450 ἦλθε κακὸν . νῦν αῦτέ σ’ ἐρύσσατο Φοῖβος Ἀπόλλων .1
20.451 ᾧ μέλλεις εὔχεσθαι ἰ+ὼν ἐς δοῦπον ἀκόντων-1
20.452 ῆ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας .1
20.453 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι-
20.454 νῦν δ’ ἄλλους Τρώων ἐπιείσομαι . ὅν κε κιχείω-1
20.455 ὡς εἰπὼν . Δρύοπ’ οῦτα κατ’ αὐχένα μέσσον ἄκοντι-
msA, 20.268v_1, commenting on 436 αἴ κε σε χειρότερός χείριος χειριότερος . συγκοπὴ καὶ πλεονασμὸς χειρότερος ⁑
msA, 20.268v_2, commenting on 437 δουρὶ βαλὼν συναφῆ ἐπι τὰς τελευταιας δύο λέξεις- ἓν γὰρ ἐξ αμφοτέρων δηλοῦται τὸ ὠξυμμένον κατα τὸ ἔμπροσθεν μερος ⁑
msA, 20.268v_3, commenting on 440 ῆκα μάλα ψύξασα ὅτι ψύξασα φυσήσασα τῷ ἑαυτῆς πνι ἀπέστρεψε τὸ δόρυ ⁑
msA, 20.268v_4, commenting on 446 ἔγκεϊ χαλκείῳ πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν εἰς τελος τῶν ποιήσεων ἑαυτῶ ταμιευόμενος τὴν σφαγὴν Ἔκτορος προς δε τὸ ἄπιστον βοηθείᾳ χρῆται ὥσπερ ἀπολογούμενος δια τοῦ ῥεῖα μάλ’ ⁑
msA, 20.268v_5, commenting on 452 ῆ θῆν σ’ ἐξανύω γε περισπαστέον τὸν ῆ ἔστι γὰρ βεβαιωτικὸς ἴσως τῷ δὴ - τὸ δὲ ἀνύω βαρύτονως ἀναγωστέον ἔστι γὰρ ἐνεστος ἀντι με ⁑
msA, 20.268v_6, commenting on 454 νῦν δ’ ἄλλους , προς τὸ σχῆμα ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν ὅν κε κιχείω ⁑
msAext, 20.268v_1, commenting on 20.447 ἐν αλλοις ουο οὐ κεῖται-
msAext, 20.268v_2, commenting on 20.450 ερύσατο
msAil, 20.268v_1, commenting on 20.452@ἀντιβολήσας ἀποκτενῶ
msAim, 20.268v_1, commenting on 20.439 ἐπι τὸ πνοιῆ βραχὺ διασταλτέον πρὸς τὸ σαφεστ ⁑
msAim, 20.268v_2, commenting on 20.454 γρ νῦν αὐτοὺς ἄλλους ⁑
msAint, 20.268v_1, commenting on 20.446 πὸλλην :
msAint, 20.268v_2, commenting on 20.451 οτ αντ ᾧ εοίκασι εὔχεσθαι παραγινομε εἰς πόλεμον ⁑