Manuscript msA, page 269r
| prev: 268v | next: 269v |
20.456 ἤριπε δὲ προπάροιθε ποδῶν - ὁ δὲ - τὸν μὲν ἔασε -
20.457 Δημοῦχον δὲ Φιλητορίδην , ἠΰν τε - μέγαν τε -
20.458 καγ γόνυ δουρὶ βαλὼν ἠρύκακε . τὸν μὲν ἔπειτα1
20.459 οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν-
20.460 αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον - υἷε Βίαντος .
20.461 ἄμφω ἐφορμηθεὶς . ἐξ ἵππων ὦσε χαμᾶζε-1
20.462 τὸν μὲν δουρὶ βαλὼν . τὸν δὲ σχεδὸν ἄορι τύψας-1
20.463 Τρῶα δ’ Ἀλαστορίδην . ὁ μὲν ἀντίος ἤλυθε γούνων .
20.464 εἴπως , εὗ , πεφίδοιτο λαβὼν . καὶ ζωὸν ἀφείη-1
20.465 μηδὲ κατακτείνειεν , ὁμηλικίην ἐλεήσας-
20.466 νήπιος . οὐδὲ τὸ ᾔδη . ὃ , οὐ πείσεσθαι ἔμελλεν-
20.467 οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν ; οὐδ’ ἀγανόφρων-1
20.468 ἀλλὰ μάλ’ ἐμμεμαώς . ὁ μὲν ἥπτετο χείρεσι γούνων
20.469 ϊέμενος λίσσεσθ’ , ὁ δὲ φασγάνῳ οῦτα καθ ῆπαρ-
20.470 ἐκ δέ οἱ ἧπαρ ὄλισθεν- ἀτὰρ μέλαν αἷμα κατ αὐτοῦ1
20.471 κόλπον ἐνέπλησεν - τὸν δὲ σκότος , ὄσσε κάλυψε
20.472 θυμοῦ δευόμενον- ὁ δὲ Μούλιον οῦτα παραστὰς
20.473 δουρὶ παρ’ οῦς- εῖθαρ δὲ δι’ οὔατος ἦλθ’ ἑτέροιο1, 2
20.474 αἰχμὴ χαλκείη- ὁ δ’ Ἀγήνορος υἱὸν Ἔχεκλον
20.475 μέσσην κακ κεφαλὴν ξίφει ἤλασε κωπήεντι-
20.476 πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι- τὸν δὲ κατ’ ὄσσε
20.477 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή-
20.478 Δευκαλίωνα δ’ ἔπειθ’ . ἵνα τε ξυνέχουσι τένοντες
20.479 ἀγκῶνος . τῇ τόν τε φίλης διὰ χειρὸς ἔπειρεν1
20.480 αἰχμῇ χαλκείῃ- ὁ δέ μιν μένε . χεῖρα βαρυνθεὶς .
msA, 20.269r_1, commenting on 463 Τρῶα δ’ Ἀλαστορίδην , ἤτοι κομματικῶς εἶπεν ὡς ἔθος πολλάκις τοῖς ποιηταῖς . ὴ τὸ εξῆς ἐστι Τρῶα δ’ Ἄλιστοριδην φασγάνω οῦτε καθ ῆπαρ- ταῦτα δὲ ἐν παρεκβάσει εἰπῶν ἐπαναλαμβάνει δια τοῦ ὁ δὲ φασγάνω ὡς εἴωθεν- οὔτω δὲ ἔσται τὰ λοιπὰ δια μέσου- ἠ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπο τοῦ τον δὲ σχεδὸν ἄορι τύψας -
msA, 20.269r_2, commenting on 464 εἴπως εὐπεφίδοιτο . ἡ ευ ἀντωνυμία ἐν τῆ συντάξει ἐνεκλινε τὸν τόνον ἐστι γὰρ ἀπολυτος οὐχ ὅν τρόπον δ’ οἴεται ὀ Ἀσκαλωνίτης τὸ πώς παντώς οξυτονηθήσεται ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλον ἐγκλιτικὸν ἐπιφερομένων τὸ πω καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν οὔ πως έτ’ Ἀγέλαε διοτρεφὲς . μήπως με προϊδών μ’ ες θρόνον ΐζε διοτρέφες . οὔπω μιν φασὶ φαγέμεν οὕτως οὖν καὶ τὸ εἴπως εὖ πεφίδοιτο οὐκ αναγκαστικὴν έξει τὴν ἐπι τοῦ πῶς ὀξείαν , ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατα ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο εγκλινοντ δεῖν τῷ τόνῳ καὶ δασύνοντ λέγειν τὴν τρίτην συλλαβὴν σημαίνει γὰρ εἴπως αὐτοῦ δι ὃ καὶ ἡ διπλῆ ⁑
msA, 20.269r_3, commenting on 467 οὐ γάρ τι γλυκύθυμος ὅτι οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ηπιόφρων . ἀλλ ἐκ τοῦ ἐναντιου σκληρος καὶ χαλεπος ⁑
msA, 20.269r_4, commenting on 470 ἐκ δέ οἰ ῆπαρ όλισθ - ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος αἱμορραγίαι δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος καὶ τῆς κοιλίας ⁑
msA, 20.269r_5, commenting on 471 κόλπον ἐνέπλησε- ἐνεπρησεν Φιλόξενος καὶ Ἀρίσταρχος περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχου ἐν ποιήματι φησὶν- οὕτως τὸ αἷμα ἀπο τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν ⁑
msAext, 20.269r_1, commenting on 20.473 κατ’ οῦς
msAext, 20.269r_2, commenting on 20.479 τόν γε .
msAil, 20.269r_1, commenting on 20.464@εὗ αὐτοῦ
msAim, 20.269r_1, commenting on 20.458 κατεσχε τοῦ φυγειν
msAim, 20.269r_2, commenting on 20.461 βραχ διασταλτ ἐπι τὸ ἐφορμηθεις ⁑
msAim, 20.269r_3, commenting on 20.473 γρ καὶ κατ οὗς ⁑
msAint, 20.269r_1, commenting on 20.462 οτ πάλιν ἀντιδιεστειλεν ⁑
msAint, 20.269r_2, commenting on 20.467 οὐ γάρ τις καὶ οὐ γαρ έτι
msAint, 20.269r_3, commenting on 20.470 αρισταρχ ἐνέπρησεν ⁑