Manuscript msA, page 26r
prev: 25v | next: 26v |
2.86 σκηπτοῦχοι βασιλῆες , ἐπεσσεύοντο δὲ λαοί :1
2.87 ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων1, 2, 3, 4, 5
2.88 πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων .1, 2
2.90 αἱ μέν τ’ ἔνθα ἅλις πεποτήαται : αἱ δέ τε ἔνθα :1
2.91 ὡς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
2.92 ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο1
2.93 εἰλαδὸν εἰς ἀγορὴν . μετὰ δέ σφισιν . ὄσσα δεδήει1, 2
2.94 ὀτρύνους’ ϊέναι Διὸς ἄγγελος . οἱ δ`’ ἀγέροντο :1, 2, 3
2.95 τετρήχει δ’ ἀγορὴ . ὑπο δε στεναχίζετο γαῖα1, 2
2.96 λαῶν ἱ̈ζόντων . ὅμαδος δ’ ἦν : ἐννέα δέ σφεας1, 2, 3
2.97 κήρυκες βοόωντες ἐρήτυον . εἴ ποτ’ ἀϋτῆς1
2.98 σχοίατ’ . ἀκούσειαν δὲ διοτρεφέων βασιλήων :1
2.99 σπουδῇ δ’ ἕζετο λαός . ἐρήτυθεν δὲ καθἕδρας1, 2, 3, 4
2.100 παυσάμενοι κλαγγῆς . ἀνὰ δὲ κρείων Ἀγαμέμνων 1
2.101 ἔστη σκῆπτρον ἔχων . τὸ μὲν Ἥφαιστος κάμε τεύχων .1
2.102 Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι .1, 2
2.103 αὐτὰρ ἄρα Ζεὺς . δῶκε διακτόρῳ ἀργειφόντῃ :1
2.104 Ἑρμείας δὲ ἄναξ . δῶκεν Πέλοπι πληξίππῳ :1
2.105 αὐτὰρ ὃ αὖτε Πέλοψ , δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν :1, 2
2.106 Ἀτρεὺς δὲ θνῄσκων . ἔλιπεν πολύαρνι Θυέστῃ :1, 2
2.107 αὐτὰρ ὃ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι1, 2
2.108 πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν :1
2.109 τῷ ὅ γ’ ἐρεισάμενος . ἔπε’ Ἀργείοισι μετηύδα :1
2.110 ὦ φίλοι : ἥρωες : Δαναοὶ . θεράποντες Ἄρηος :1, 2
msA, 2.130, commenting on 2.105 αὐτὰρ ὁ αὖτε Πέλοψ· Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον εἴγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου ἑξ ῆς ἱκανοὺς επαιδοποίησεν : αγαπωμένη δὲ ὑπ αυτοῦ σφόδρα τοῦ Χρυσίππου ἐπιφθονήσαντες ἡ τε μητρυιὰ καὶ οἱ παῖδες μή πως καὶ τὰ σκήπτρα αὐτῷ καταλείψῃ θάνατον ἐπεβούλευσαν Ἀτρέα καὶ Θυεστην τοὺς πρεσβψτάτους τῶν παίδων εἰς τοῦτο προστησάμενοι . ἀναιρεθεντος οὖν τοῦ Χρυσίππου Πέλοψ ἐπιγνοὺς ἐφυγάδευσε τοὺς αὐτόχειρας αὐτου γενομένους παῖδας ἐπαρασάμενος αὐτοῖς καὶ τῷ γένει αὐτῶν ἀναιρεθῆναι : οἱ μὲν οὖν ἄλλοι ἀλλαχῇ ἐκπίπτουσι τῆς Πίσης : τελευτήσαντος δὲ τοῦ Πέλοπος Ἀτρεὺς κατὰ πρεσβυτερον συν στρατῷ πολλῷ ἐλθὼν εκρατησε τῶν τόπων . ἱστορεῖ Ἑλλάνικος ⁑
msA, 2.132, commenting on 2.107 αὐτὰρ ὁ αὖτε Θύεστ’ ὅτι συμφωνοῦντας αὐτοὺς συνἵστησι : καὶ γὰρ ὁ Θυεστης οὐ τῷ υἱῶ αὐτοῦ Αἰγίσθω καταλείπει τὸ σκῆπτρον ἀλλ’ Ἀγαμέμνονι : καὶ ὅτι κλητικη ἀντι τῆς ορθῆς Θυέστα ἀντὶ τοῦ Θυέστης ⁑
msAil, 2.149, commenting on 2.87 τῶν ἀθρόως πετωμε ⁑
msAil, 2.150, commenting on 2.88 κοίλης
msAil, 2.152, commenting on 2.92 ἥτοι κοίλης ἣ μακρας
msAil, 2.153, commenting on 2.93 ἐν αυτοῖς δὲ
msAil, 2.155, commenting on 2.94 ἠθροίζοντο
msAil, 2.157, commenting on 2.96 ἡ ἡμοῦ αὐδή , ἠ όπαδος παρὰ τὴν όπα
msAil, 2.158, commenting on 2.97 κατεῖχον
msAil, 2.159, commenting on 2.98 ἀπόσχοιντο παύσαιντο
msAil, 2.160, commenting on 2.99 μόγις
msAil, 2.162, commenting on 2.100 βασιλεύς
msAil, 2.163, commenting on 2.101 αντιστροφή
msAil, 2.164, commenting on 2.106 πολυθρέμμονι πλουσίῳ
msAil, 2.166, commenting on 2.108 ο Αγαμέμνων ·
msAil, 2.167, commenting on 2.110 πολεμικοί·
msAim, 2.147, commenting on 2.86 στικτέον κατα τὸ λαοὶ ἵνα ἁπ άλλης ἀρχῆς ἡ παραβολὴ γενομένη ὑποστίζηαι μέχρι τοῦ αἱ δὲ τε ἔνθα οὕτως γὰρ βέλτιον ⁑
msAim, 2.134, commenting on 2.87 δασυντέον τὸ ἁδινάων ἀπο γὰρ τοῦ άδην καὶ άδηνος ἡ κίνησις :
msAim, 2.135, commenting on 2.89 ὅτι ἀντὶ ἐπ άνθη εἰαρινα ὡς ἐν τῆ ήλθε δ’ ἐπι Κρήτεσσιν ἀν ἐπι τοὺς Κρῆτας ⁑
msAim, 2.136, commenting on 2.93 ὅτι όσσα ἡ θεία κληδών οἱ δὲ νεώτεροι ψιλῶς ἐπι πάσης φωνῆς ⁑
msAim, 2.137, commenting on 2.96 τὸ ἐννέα ψιλοῦται ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἣ εἰς γ τῆς ἑξῆς συλλα ἀρχομένης ἀπὸ συμφώνου ψιλοῦται ἀντίος ἔγχος τοῦ ἁνδάνω ὑπεξαιρουμένου
msAim, 2.138, commenting on 2.109 ὅτι τὸ ἑξῆς ἐστι μετ Αργείοισιν ἔπεα ηὔδα ⁑
msAint, 2.139, commenting on 2.87 ὡς π
msAint, 2.140, commenting on 2.89 πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ρᾶγες οὕτως δὲ ϊπτανται σκιάζειν θέλουσαι ἀλλήλας αἱ μέλισσαι ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου ⁑
msAint, 2.141, commenting on 2.94 διεγείρουσα
msAint, 2.142, commenting on 2.95 ἤτοι στικτέον ἐπι τὸ ἀγορῆ ἠ διασταλτέον καὶ ἐπ αὐτὸ καὶ ἐπι τὸ γαῖα : ἵν’ ᾖ κοινὸν τὸ λαῶν ἱ¨ζόντων ⁑
msAint, 2.143, commenting on 2.99 ὅτι σπουδῇ λέγει οὐχ οἶον ἐν τάχει ἀλλα μόγις καὶ δυσχερῶς ὼς τὸ ὡς ἄρ’ άτερ σπουδῆς τάνυσσεν μέγα τόξον Ὀδυσσεύς ⁑
msAint, 2.145, commenting on 2.105 : κλητξ λτν εὐθειας
msAint, 2.146, commenting on 2.110 ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ήρωας λέγει ἡ δὲ ἀναφορὰ προς Ίστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἡρωας λέγεσθαι : στικτέον δὲ κατὰ τὸ τελος προσαγορευτικὴ γὰρ ἡ περίοδος ⁑