Manuscript msA, page 26v
prev: 26r | next: 27r |
2.111 Ζεύς με , μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ :1, 2, 3, 4
2.112 σχέτλιος : ὃς πρὶν μέν μοι ὑπέσχετο : καὶ κατένευσεν1, 2, 3
2.113 Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι :1, 2
2.114 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο . καί με κελεύει1
2.115 δυσκλέᾰ , Ἄργος ἱ̈κέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν :1, 2, 3, 4
2.116 οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι :1, 2, 3, 4, 5
2.117 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα .1, 2, 3
2.118 ἠδ’ ἔτι , καὶ λύσει : τοῦ γὰρ κράτος ἐστὶ μέγιστον :1
2.119 αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι .1, 2
2.120 μὰψ , οὕτω , τοιόνδε τοσόνδέ τε λαὸν Ἀχαιῶν 1, 2, 3
2.121 ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι1, 2
2.122 ἀνδράσι παυροτέροισι : τέλος δ’ οὔ πώ τι πέφανται :1, 2, 3, 4
2.123 εἴ περ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε1, 2
2.124 ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω :1
2.125 Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν :1, 2, 3, 4
2.126 ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί :
2.127 Τρώων δ’ ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν .1
2.128 πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο :
2.129 τόσσον ἐγὼ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν 1, 2
2.130 Τρώων , οἳ ναίουσι κατὰ πτόλιν : ἀλλ’ ἐπίκουροι1, 2
2.131 πολλέων ἐκ πολίων ἐγχεσπάλοι ἄνδρες ἔασιν :1, 2, 3
2.132 οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ’ ἐθέλοντα1, 2
2.133 Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον .1
2.134 ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί .1
2.135 καὶ δὴ δοῦρα σέσηπε , νεῶν , καὶ σπάρτα λέλυνται :1, 2
msA, 2.168, commenting on 2.111 Ζεύς με μέγα ὅτι Ζηνοδοτος γράφει Ζεύς με μέγας Κρονίδης καὶ ὅτι ἀπο τούτου ἕως αἰσχρὸν γὰρ τὸδέ γ’ ἐστι , οὕτως συντέμνει ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος : λώβη γὰρ τὰδέ γ’ ἐστι καὶ ἐσσομένοισι πυθέσθαι μὰψ οὕτω ⁑
msA, 2.169, commenting on 2.111 Ζεύς με μέγα Κρονίδης σχολικὸν αγνόημα τῷ δοκεῖν Ζηνοδοτειον εἶναι τὴν μετὰ τοῦ σ γραφήν : καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι ἐν γὰρ τὸ Περι ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἡγνοηκότος ὅτι τὸ μΓ ἀντι τοῦ μεγάλως ὍμΡ ἀποχρῆται παρ’ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μΓ ἀντὶ τοῦ μεγάλως τὸ δὲ ουκ έχει τ’ἀκριβὲς οὕτως εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προττάτοιμεν ἕνεκα γοὖν τ’ἀκριβοῦς γράφοιμεν κατὰ Ἀρίσταρχον Ζεύς με μέγας , ἐν γοῦν τῷ Πρὸς Φιλιταν συγγράμματι τῆ γραφῆ κέχρηται δύο λέγων τὸ μέγας σημαίνειν τότε μὲν τὸ καθ αυτὸ καθάπερ νῦν Ζεύς με μέγα Κρονίδης καὶ κεῖτο μέγας μεγαλωστί λελασμένος ἱπποσυνάων : τότε δὲ αῦ τὸ προς τὴν κατα τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν : Αἴας δ’ ὁ μέγας . κὰν ταῖς Λιταῖς ἐξηγούμενος αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας ἔν τινι τῶν ἠκριβωμένων ποιημάτων γράφει ταῦτα κατὰ λέξιν : οὐ κατ επίθετον λέγει μέγας ἀλλα προς ἀντιδιαστολὴν τοῦ ετευ Αἴαντος : ὅταν δὲ λέγῃ ‘Ζεύς με μέγας Κρονίδης’ οὐκέτι ὅτι καὶ ἕτεο μικρός ἐστιν καὶ τοὺς ἀπ αυτοῦ δὲ χρωμένους ἐστὶν εὑρεῖν τῇ γραφῇ Διὸνυσίδωρον τὸν Ἀλεξανδρέα καὶ Ἀμμώνιον ἐπιλέγουσι δὲ οὐδὲν : διὃ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ εγράψαμεν . καὶ Καλλίστρατος δὲ ἐν τῷ Περι Ϊλιάδος οὕτως προφέρεται ὥστε ὅμοιον εῖναι τῶ ἐπεὶ μέγας ὠδύσατο Ζεῦς : οὐδὲ ὁ Ἐπιθέτης δὲ Πτολεμαῖος τὰς Ζηνοδότου γραφᾶς ἐκτιθεμενος ταυτην ωμολόγει Ζηνοδότου εῖναι ταύτα ὁ Δίδυμος ⁑
msA, 2.170, commenting on 2.112 σχέτλιος· τοῦτο καθ εαυτὸ προενεκτεον ὡς ἐν τοῖς ἄνω τὸ νηπιος μαλλον γαρ κομματικῶς λεγόμενον ἐμφαίνει ⁑
msA, 2.171, commenting on 2.114 κακὴν απάτην· ἔστι γὰρ καὶ δικαία : Αἰσχύλος ἀπατης δικαίας οὐκ αποστατεῖ θεός . καὶ τίς πείθοιτο θεῶν ἐναντία ἑαυτῷ βουλεύσασθαι ⁑
msA, 2.172, commenting on 2.115 δυσκλέα Ἄργος· ὅτι κατὰ συστολὴν Ὁμηρικην τὰ τοιαῦτα ἐκφέρει . δυσκλέα καὶ ἀγακλέα Ἱωνικῶς οἱ δὲ Αττικοὶ ἐκτείνουσιν ⁑
msA, 2.174, commenting on 2.116 οὕτω που Διϊ μελλει· προς τὸ μέλλει ὅτι ἀντι τοῦ ἔοικεν : ὁ δὲ ἀστερίσκος ὅτι εἰς τὰς Λιτὰς οὐκ ορθῶς μετάκεινται δίς ⁑
msA, 2.175, commenting on 2.117 πολλάων πολίων· ἄδηλον εἴτε καθολικῶς αὐτὸ λέγει εἴτε περὶ τῶν εἰκοσιτριῶν ὑπόνοιαν διδοὺς καὶ περι Ϊλίου ⁑
msA, 2.176, commenting on 2.118 τοῦ γὰρ κράτος : πειθανὸν γὰρ ἐκ τῶν ὑποκειμενων τὴν δύναμιν δεῖξαι τοῦ θυ τοῦ γὰρ κράτος : Πυθαγόρας φησὶ : τί ἔστι θς τὸ πάντων κρατοῦν ὅς γε καὶ πολέμων εξουσίαν ἔχει τίς οὖν ἂν εἴην ἐγώ·
msA, 2.177, commenting on 2.122 παυροτέροισι ⁑ οἱ μεν Τρῶες χωρὶς τῶν . ἐπικούρων ἦσαν ἀριθμῷ μυρίαδας πέντε : τὸ δὲ τῶν Ἑλλήνων πληθος τινὲς φασὶ μυρίαδας δώδεκα ἄλλοι δὲ ιδ ⁑
msA, 2.178, commenting on 2.123 εἴπερ γάρ κ’ ἐθέλοιμεν· ἕως τοῦ οἰνοχοεύειν ὑποστιγμαί εισὶν ἐν ὑποκρίσει πάσαι ἄμφω . καὶ ἔασιν , , καὶ Ἀχαιοὶ . καὶ οἰνοχοεύειν , τῆς δὲ ἀρνήσεως ὁ ει σύνδεσμος αἴτιος ⁑
msA, 2.179, commenting on 2.124 ὅρκια πιστὰ ταμόντες· ἀθετεῖται οὐ γὰρ ἐπ ἀληθίας λέγεται ἀλλ’ ὑπερβολικῶς τὰ τῶν δεκάδων προς τι οὖν ὅρκια ⁑
msA, 2.180, commenting on 2.125 Τρώας μὲν λέξασθαι· Ἀριστάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων ἐὰν καὶ τὰ παιδία καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν οὐ μὴ γένωνται : ὅσοι ἡμεῖς . τοῦτο δέ ἐστι κατοικητίδιοι καὶ ἔναυλοι καὶ ἐν Οδ πᾶσιν γὰρ ἐπιστιόν ἐστιν ἑκάστῳ . ὡσεὶ κατάλυμα παρα τῇ νηΐ ἡ διπλῆ δὲ ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπι τοῦ κοιμηθῆναι οὔτε ἐπι τοῦ καταριθμηθῆναι κεῖται ἀλλ’ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἀθροισθῆναι ἔν τ’αὐτῷ καὶ ὅτι ἐφέστιοι ὅσοι ἐστίας τοῦτέστιν οικίας αὐτόθι διαμενουσιν ⁑
msA, 2.181, commenting on 2.125 τὸ λέξασθαι : δηλοῖ τὸ κοιμασθαι , λέξασθαι εἰς ευνήν : τὸ επιλέξατο λέξατο κούρους : τὸ ἀριθμεῖν , λέγε κήτεσιν ⁑
msA, 2.182, commenting on 2.130 Τρώων : οἳ νέουσι· ἕως τοῦ Ἰλίου εκπέρσαι ἀθετοῦνται στίχοι δ ὅτι καθόλου παντας τοὺς βαρβάρους συν τοῖς επικούροις ήσσονας τῶν Ἑλληνων δια παντὸς φησὶ εἷναι ⁑
msA, 2.183, commenting on 2.131 ἐγχεσπάλοι ἄνδρες έασι· ἐν τῆ ἑτέρᾳ τῶν Ἀριστάρχου εὕρομεν ενεισὶ , καὶ Καλλίστρατος οὕτως εν τῶ Περὶ Ἰλιάδος γράφει καθάπερ καὶ τὸ ἡμεῖς δὲ μαχόμεθ’ οἵπερ τ’ ἐπικουροι , ἔνειμεν παρ ὃ καὶ διχῆ γράφομεν . ἐγχεσπάλοι δὲ ὅτι ἔσειον τὰ δῶρα τὰ προ τῆς ἀφεσεως μήποτε ἄρα εἶεν κλασθέντα ⁑
msA, 2.184, commenting on 2.131 οἵ με μέγα πλάζουσι· τὸ οι ἤτοι ἄρθ ὑποτακτικόν ἐστιν ἠ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας , πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἠ διαστολὴν θήσομεν ἐπι τὸ ἄνδρες έασι , ἐπι δὲ τὸ πλάζουσι (132) θετέον τὴν ἄνω δευτέραν στιγμὴν ἥτις ἕνα χρόνον δύναται σιωπῆς ⁑
msA, 2.185, commenting on 2.133 Ἰλίου ἐκπέρσαι· ἐν τοῖς κατ’ Αριστοφανην ὑπομνήμασιν Ἀριστάρχου Ἴ¨λιον ἐγέγραπτο οὐκ’ Ἰ¨λίου καὶ μήποτε ἄμεινον ἔχει ⁑
msAil, 2.197, commenting on 2.111 αντι τοῦ μεγαλως
msAil, 2.198, commenting on 2.111 ενέβαλε
msAil, 2.199, commenting on 2.112 ὁ τοῦ δυσφημείν τοῖς ανοις αἴτιος·
msAil, 2.200, commenting on 2.112 ἐν τῇ Αὐλίδι
msAil, 2.201, commenting on 2.113 ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος
msAil, 2.202, commenting on 2.115 ἄδοξον
msAil, 2.203, commenting on 2.115 εἰς τὴν Πελοπόννησον
msAil, 2.204, commenting on 2.116 οὕτω δή
msAil, 2.205, commenting on 2.116 ἔοικεν ἀρέσκει
msAil, 2.207, commenting on 2.117 ἀκροπο εξ οὗ βασίλεια·
msAil, 2.208, commenting on 2.119 καὶ τοῖς μεταγενεστεροι : ακοῦσαι μαθειν
msAil, 2.209, commenting on 2.120 μάτην
msAil, 2.210, commenting on 2.120 τῇ ἀρετῇ
msAil, 2.211, commenting on 2.120 τῷ πλήθει
msAil, 2.213, commenting on 2.121 το σχῆμα παρωνομασία
msAil, 2.214, commenting on 2.122 ὀλιγωτέροις
msAil, 2.215, commenting on 2.122 ἐφάνη
msAil, 2.216, commenting on 2.125 αὐτόχθονες πολίται
msAil, 2.217, commenting on 2.129 ὑπολαμβάνω
msAil, 2.218, commenting on 2.130 κατ αυτὴν την Ί¨λιον
msAil, 2.219, commenting on 2.131 πάλλοντες καὶ κινοῦντες τὰ δόρατα·
msAim, 2.186, commenting on 2.113 Ἴ¨λιον μὲν λέγει Ὅμηρος Ἰλιεῖς δὲ οὐκέτι φησι καὶ Εὔβοιαν ἀλλ’ οὐκ Ευβοεῖς ⁑
msAim, 2.187, commenting on 2.117 τὸ πολλάων ἐπέκτασις καὶ ΐδιον Ἰώνων ⁑
msAim, 2.188, commenting on 2.119 ὅτι τὸ πυθέσθαι ἀντὶ ἀκούσαι τίθησ ⁑
msAim, 2.189, commenting on 2.122 ὅτι ήσσονες κατα τὸν ἀριθμὸν οἱ βάρβαροι ⁑
msAim, 2.190, commenting on 2.125 ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ ἡμεῖς ἐπιφέρων
msAint, 2.194, commenting on 2.123 ὅτι περισσὸς ὁ κε σύνδ ·
msAint, 2.195, commenting on 2.127 ὁ Ἰ¨ξίων δια τοῦ ν ἕκαστον
msAint, 2.196, commenting on 2.132 πλανῶσι και ἀπείργουσι τῆς πολ προθυμίας καλὸν δὲ τὸ οικειοῦσθαι τὴν ήτταν καὶ μη λέγειν τὸ κοινον