Manuscript msA, page 270r
| prev: 269v | next: 270v |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 21.1, commenting on 21.1-21.2 πόρον ἤτοι τὸν ποταμὸν περιφραστικῶς , ἠ τὸ διαβατὸν αὐτοῦ μερος καθ ὸ διαπορεύονται , αὐτόν· δια τί δὲ πάντων τῶν ποταμῶν ἐξωκεανοῦ ῥεόντων ποταμων μόνον τον Ξανθὸν ὁ ποιητ φησὶν ὃν ἀθανατος τέκετο Ζεὺς · πῶς οὖν φησὶ καὶ Ὠκεανοῦ καὶ Διὸς παῖς ῥητεόν· ὅτι εἰκότως ἂν καὶ Διὸς καλοῖτο παῖς εἴ γε οἱ ὄμβροι μὲν ἐκ Διὸς ὄμβρῳ δὲ ουτ αὔξεται· φέρεται δὲ καὶ ἄλλη τίς ἱστορία· ὅτι Ἡρακλῆς ποτὲ δίψει κατασχεθεὶς ηὔξατο τῳ πατριδ ἐπιδεῖξαι αὐτῳ νάμα ὁ δε μὴ θέλων αὐτὸν τρύχεσθαι ῥίψας κεραυνὸν ἀνεδωκε μικρὰν λαβίδα ἢν θεασαμενος Ἡρακλῆς καὶ σκάψας εἰς τὸ πλουσίαιτερον μετεισφέρεσθαι μετωνόμασε Σκάμανδρον οιονεὶ Κάμανδρον γενόμενον καμάτου ἑαυτοῦ παραίτιον· ὅθεν εἰκοτως ὁ ποιητ//ποιητὴς τὴν ἐκείνου γένεσιν προσῆψε τῷ Διῒ · Ξανθ δὲ προσηγορεύθη ἀφ οῦ περι τοῦ κάλλους ἐκρίνοντο Ἥρα Ἀθηνᾶ Ἀφροδιτ ὅτι ἐν αυτῷ λουσαμεναι ξανθὰς ἔχων τὰς κωμας ⁑
msA, 21.2, commenting on 21.1 πόρον : τὸν πορευτὸν αὐτοῦ τόπον καὶ Θρύον Ἀλφειοί πόρον · οἱ δὲ τὸν ροῦν . οἱ δὲ πόρον Ξάνθου κατ περίφρασιν τὸν Ξάνθον · Ἀριστοφάνης γράφει ῥόον ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msA.dipl:21.3
msA, 21.4, commenting on 21.5 ἤματι τῷ : τοῦτο ἄν τις σημειώσαιτο προς τὸ τινάσσετο μαινομένοιο γράφουσι γὰρ τινες μαρναμένοιο ⁑
msA, 21.5, commenting on 21.11 ἔννεον ἔνθα καὶ ἔνθα ἔνιαι τῶν κατα πόλεις νήχοντ’ ἔνθα καὶ ἔνθα · τὸ δὲ ἔνθα καὶ ἔνθα ἑκατέροις δύναται προσδίδοσθαι ⁑
msA, 21.6, commenting on 21.12 ακρῖδες : παρα τὸ κρᾶν ὅ ἐστιν ἐσθίειν ὃς αἶζηῶν ἔκραε κηδεμόνας ἢ παρα τὸ ἀκρίζειν ὅ ἐστι τὰ ἄκρα ἐσθίειν ⁑
msA, 21.7, commenting on 21.16 πλῆτο ῥοος κελάδων βαρυτονητέον τὴν μετοχήν κελαδοντος γὰρ ἡ γενικῇ . καὶ ἡ αἰτιατικῇ κελάδοντα παρ ποταμὸν κελάδοντ οὐ κελαδοῦντα · πε δὲ τοῦ ὀξύνεσθαι τὸ επιμίξ εἴπομεν ἤδη πολλάκος ⁑
msA, 21.8, commenting on 21.14 ὄρμενον ἐξαίφνης : ψιλῶς τὸ ὄρμενον παρα γὰρ τὸ ὄρω κέκληται ψιλούμενον καὶ βαρυνόμενον καὶ ἤτοι ἐκ τοῦ ὠρμένον ἐστι παρῳχημένον σημαίνοντος καὶ ἔπαθε συστο καὶ ἀναδρομὴν τοῦ τόνου . ἠ καὶ ἐκ τοῦ ορωμένον συνεκόπη ⁑
msA, 21.9, commenting on 21.17 αὐτὰρ ὁ διογένης : ὅτι ἀποτίθεται μὲν τὸ δόρυ ῥητῶς ἀναλαμβάνει δὲ οὐ κατα τὸ ῥητὸν , ἀλλ’ ὕστερον αὐτῷ φαίνεται χρώμενος· ἡ δε ἀναφορα πρὸς Ζηνόδοτον ἀγνοοῦντα· ὅτι πολλὰ δεῖ προσδέχεσθαι· κατὰ τὸ σιωπώμενον· ἐνεργούμενα ⁑
msA, 21.10, commenting on 21.18 κεκλιμένον μυρίκηισιν ὁ δ’ ἔσθορε : γράφεται καὶ ἔνθορε . ἐν ενίαις δ’ αῖψ’ ἐσόρουσεν ⁑