Manuscript msA, page 270v
| prev: 270r | next: 271r |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 21.11, commenting on 21.31 τοὺς αὐτοὶ φορέεσκον ὅτι στρεπτοὺς χιτῶνας τοὺς νηστοὺς . ὑποδύτας γὰρ εἶχον ὑπὸ τοὺς στατοὺς μαλάγματος ἕνεκα· αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος ⁑
msA, 21.12, commenting on 21.33 αὐτὰρ ὃ ὰψ· πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντι τοῦ δαΐξαι προθυμούμενος κατ τὸ συντελικόν ⁑
msA, 21.13, commenting on 21.36-21.37 ἦ γε λαβὼν ἔκ πατρὸς ὅτι ἀλῳήν τὴν δενδροφόρον γῆν νῦν λέγει ἐπιφέρει γὰρ ὁ δ’ ἐρινεὸν ⁑
msA, 21.14, commenting on 21.37 ἐννύχιος προμολῶν ὅτι πτῶσις ἥλλακται ἀντι τοῦ ἐρινεοῦ νέους όρπηκας . καὶ ἐν ὁ δ’ ὰρ οἰνοχόον βάλε χειρα ἀντι τοῦ οινοχόου ἔστι δὲ ἡ φράσις συνήθης αὐτῷ ⁑
msA, 21.15, commenting on 21.38 τάμνε νέους ὄρπηκας ὁ Ἀσκαλωνιτ ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκας · ἐπει φησὶ . παρα τὸ ὀρούειν ἐγένετο ἐπιλαβόμενος ἑαυτοῦ ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησὶν , ὄσα ὀνοματικῶς σχηματίζεται ἀπο ψιλῶν ῥημάτων ταῦτα δασυνθήσεται ὡς ἀπὸ τοῦ ορούει ὄρπηξ· γελοῖον δὲ τὸ τοιοῦτον· ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν ὡς ἐπι τὸ ἄλφα καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἥθελεν ὡς ἔχει τὸ ἅρπη ἁρπάζω ἁρπαλέος ἑρπετόν ἑρπύζω ἅρπυα καὶ τὸ ὅρπηξ τούτοις συνεξομοιοῦντες τινὲς ἠθέλησαν δασύνειν οἷς οὐκ ἐπείσθη ἡ παράδοσις . ἀλλα τῇ ἐτυμολογίᾳ παρα γὰρ τὸ όρω ἐν πλεονασμῷ φησὶ τοῦ π γεγενῆσθαι τὸ ὄνομα ⁑
msA, 21.16, commenting on 21.37-21.38 εἰ διαστείλαιμενον βραχὺ ἐπι τὸ τάμνε γένοιτ’ ὰν εὐλογώτερον τὸ σχῆμα ὡς προς τὸ σημαινόμενον ἀπηντηκότος αυτοῦ ⁑
msA, 21.17, commenting on 21.42-21.43 κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο· τὸ ἑξῆς ἐστιν ἐλύσατο Ί̈μβριος Ἠετίων δια μέσου δὲ τὸ πολλὰ δ’ ἔδωκεν · ⁑
msA, 21.18, commenting on 21.49-21.53 τὸν δ’ ὡς οὖν ἐνόησε τὸ ἑξῆς ἐστι τὸν δ’ ὡς οὖν ἐνόησεν ὀχθήσας δ’ ἄρα εῖπεν· τὰ δὲ λοιπὰ δια μέσου διορθωτέον ⁑