Manuscript msA, page 27r
prev: 26v | next: 27v |
2.136 αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα1
2.137 εἵατ’ ἐν μεγάροις ποτιδέγμεναι : ἄμμι δὲ ἔργον1, 2, 3, 4
2.138 αὕτως ἀκράαντον : οὗ εἵνεκα δεῦρ’ ἱ̈κόμεσθα :1, 2
2.139 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες1
2.140 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν :
2.141 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν .1
2.142 ὡς φάτο : τοῖσι δὲ θυμὸν ἐνι στήθεσιν ὄρινε
2.143 πᾶσι μετα πληθὺν . ὅσοι οὐ βουλῆς ἐπάκουσαν :1, 2
2.144 κινήθη δ’ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης1, 2, 3
2.145 πόντου ἱ̈καρίοιο : τὰ μέν τ’ Εὖρός τε Νότος τε1
2.146 ὤρορ’ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων :1, 2, 3
2.147 ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν1, 2
2.148 λάβρος ἐπαιγίζων . ἐπί τ’ ἠμύει ἀσταχύεσσιν .1, 2, 3, 4
2.149 ὡς τῶν πᾶσ’ ἀγορὴ κινήθη : τοι δ`’ ἀλαλητῷ1
2.150 νῆας ἐπ’ ἐσσεύοντο : ποδῶν δ’ ὑπένερθε κονίη1, 2, 3
2.151 ἵστατ’ ἀειρομένη : τοιδ`’ ἀλλήλοισι κέλευον1
2.152 ἅπτεσθαι νηῶν . ἢδ`’ ἑλκέμεν εἰς ἅλα δῖαν :1
2.153 οὐρούς τ’ ἐξεκάθαιρον : ἀϋτὴ δ’ οὐρανὸν ἷ̈κεν1, 2, 3
2.154 οἴκαδε , ϊεμένων : ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν :1, 2, 3, 4, 5
2.155 Ἔνθά κεν Ἀργείοισιν , ὑπέρμορα νόστος ἐτύχθη1, 2, 3, 4
2.156 εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν :1
2.157 ὦ πόποι . αἰγιόχοιο Διὸς τέκος . Ἀτρυτώνη .1, 2, 3
2.158 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
2.159 Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης :1
2.160 καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν1
msA, 2.230, commenting on 2.150 νήας ἔπ’ ἐσσεύοντο· οὐκ αναστρέφεται ἡ πρόθεσις ὅτι συνείληπται . διὃ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγνωκέναι τὸ στεῦτο γὰρ Ἡφαίστοιο παρ οισέμεναι . οὐκ αναστρέφονται γὰρ εἰ μὴ ἐπι τέλους κέωνται ῥῆμα δηλοῦσαι ⁑
msA, 2.231, commenting on 2.153 οὔρους τ’ ἐξεκάθαιρον : ψιλοῦται ἐν πλεονασμῷ γὰρ τοῦ ἐγένετο ὡς καὶ ὅλος οῦλος ἀνεγνώσθη δὲ κατ οξεῖαν τάσιν ὁ γὰρ Ἀρίσταρχος παρήγγελεν , ἴσως δὲ σημειώδης ὁ τόνος : τὰ γὰρ εἰς ρος λήγοντα δισύλλα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον εβαρύνετο : κοῦρος , θοῦρος : οὖρος : καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ : ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπι τοῦ ἀνεμου : καὶ γὰρ καὶ ἐπ άλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ ⁑
msA, 2.232, commenting on 2.153 οὐρανὸν ἷκεν· μεγαλοφυῶς ἡ λέξις ηὔξησε τὴν ταραχήν ἣν κατελεπτολόγησεν καὶ Ἀριστοφάνης ⁑
msA, 2.233, commenting on 2.154 ᾕρεον· δασυντέον τὸ ᾕρεον ἀπο γὰρ τοῦ ερῶ περισπωμένου καὶ δασυνομένου γέγονεν ⁑
msA, 2.234, commenting on 2.155 ὑπέρμορα· οὕτως ὑφ’ ἓν τὸ ὑπέρμορα οὐ γὰρ ὥς τινες κατα διάστασιν ἔστιν οὖν τι μόρος ᾧ συντεθὲν γίνεται ὑπέρμορος ὡς ὀκύμορος , οὗ οὑδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὸ ὑπέρμορα ὡς οὖν τὸ καλὰ καὶ ὄνομα ἀλλα καὶ ἐπίρρημα ῆ μευ καλὰ πατὴρ ὃς κήδεαι ὑιὸς : καὶ πυκνὰ μάλα στενάχων , οὕτως καὶ ὑπέρμορα νοστος ἐτύχθη ⁑
msA, 2.235, commenting on 2.155 ἔνθα κεν Ἀργείοισι ἀσύνδετος ὁ λόγος προς τὰ ἐπάνω δῖὃ προ ὑποστικτέον τελείᾳ βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἐτύχθη δια τὸν ει σύνδεσμον εἰ μη Ἀθηναίην ⁑
msA, 2.236, commenting on 2.156 εἰ μη Ἀθηναίην· ὅτι Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν εἰ μὴ Ἀθηναίη λαοσσόος ἦλθ’ ἀπ Ολυμπου : εὗρεν ἔπιτ’ Ὀδυσῆα καθόλου τὸν τῆς Ήρας λόγον περιγράψας Ὁμηρικῶς ἔχοντα καὶ γὰρ καὶ τῆς ξίφουλκίας αὕτη ἐφἵστησιν , ἡ δὲ Ἀθηνά ὑπηρετει κατα διαφορὰν τῆς δεξιᾶς τηρουμένης τῶν προσώπων ⁑
msA, 2.238, commenting on 2.160 καδ δέ κεν εὐχωλὴν· ἀπο τούτου ἕως τοῦ ἐν Τροίῃ ἀπόλοντο , ἀθετοῦνται στίχοι τρεῖς καὶ ἀστερίσκοι παράκεινται ὅτι οἱκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσὶ τεταγμένοι : νῦν δε κυμικώτερον λέγονται ⁑
msAext, 2.271, commenting on 2.137 γρ εἱατ’ ἐνι μεγαροις ποτιδέγ
msAil, 2.247, commenting on 2.137 καθέζονται
msAil, 2.248, commenting on 2.137 ἐν τοῖς οίκοις
msAil, 2.249, commenting on 2.137 προσδεχόμεναι
msAil, 2.250, commenting on 2.138 ὁμοίως ἠ ματαῖως
msAil, 2.251, commenting on 2.138 ἐνταῦθα
msAil, 2.252, commenting on 2.141 πορθήσωμεν λαβωμεν
msAil, 2.253, commenting on 2.143 ἐν τῷ πλήθει
msAil, 2.254, commenting on 2.144 ἀντὶ μεγάλα
msAil, 2.255, commenting on 2.146 διήγειρεν διεταρραξεν ἐφορμήσας·
msAil, 2.256, commenting on 2.146 τοῦ XX ἢ τοῦ XX
msAil, 2.257, commenting on 2.147 μέγα καὶ εὔφορον σιτοφόρον χωρίον
msAil, 2.258, commenting on 2.148 σφοδρῶς ἐπικαταπνέων
msAil, 2.259, commenting on 2.148 ἐπικατακλΐνει δὲ τοὺς ἀσταχυας τοῖς ἀστάχυσιν·
msAil, 2.260, commenting on 2.149 συν θορύβῳ
msAil, 2.261, commenting on 2.150 ὑποκάτωθεν
msAil, 2.262, commenting on 2.151 ὑψοῦται
msAil, 2.263, commenting on 2.153 ταφροειδῆ ὀρύγματα :
msAil, 2.264, commenting on 2.154 εἰς τὸν οἴκον ἀπιέναι προθυμουμένων ⁑
msAil, 2.265, commenting on 2.154 ὑφήρουν δὲ
msAil, 2.267, commenting on 2.155 ὑπερ τὸ εἰμαρμένον ὀνοματικὸν ἐπίρρημα
msAil, 2.268, commenting on 2.155 ἐγένετο
msAil, 2.269, commenting on 2.157 φεῦ παπαι
msAil, 2.270, commenting on 2.157 ακαταπόνητε ⁑
msAim, 2.239, commenting on 2.144-2.145 ἐπι τὸ Ϊκαρίοιο στιγμή βραχὺ δὲ διαστελοῦμεν ἐπι τὸ ἀγορή ·
msAim, 2.240, commenting on 2.148 ὑποστιγμαὶ ἐν ὑποκρίσει ἐπαιγίζων ἀσταχύεσσιν ⁑
msAim, 2.241, commenting on 2.154 παραλόγως δασύνεται το ερῶ ⁑
msAint, 2.242, commenting on 2.143 ἀθετεῖται ὅτι κενῶς ἐπεξηγεῖται τὸ γαρ νοούμενον το αυτό
msAint, 2.243, commenting on 2.146 ἀπο τοῦ όρωρε ὑπέρθεσις χρόνου·
msAint, 2.244, commenting on 2.150 οὕτως νῆας ἐπ’ ἐσσεύοντο
msAint, 2.245, commenting on 2.152 ‡ἐπιλαμβάνεσθαι ὡς το εανοῦ απτομένη
msAint, 2.246, commenting on 2.159 οὐδετέρως τὸ νῶτον καὶ τα νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ καὶ Ἡσίοδος καὶ οὐκ αρσενικῶς τον νῶτον ⁑