Manuscript msA, page 27v
prev: 27r | next: 28r |
2.161 Ἀργείην Ἑλένην ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν 1, 2, 3
2.162 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης :
2.163 ἀλλ’ ἴθι νῦν κατα λαὸν Ἀχαιῶν χαλκοχιτώνων :1
2.164 σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον :1, 2, 3, 4
2.165 μηδὲ ἔα νῆας . ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας :1
2.166 ὡς ἔφατ’ : οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη .
2.167 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα :1, 2, 3
2.169 εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον1
2.170 ἐσταότ’ : οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης1, 2
2.171 ἅπτετ’ . ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵ̈κανεν :
2.172 ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη γλαυκῶπις Ἀθήνη :
2.173 διογενὲς . Λαερτιάδη . πολυμήχαν’ Ὀδυσσεῦ :1, 2
2.174 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
2.175 φεύξεσθ’ ἐν νήεσσι πολυκλήϊσι πεσόντες .1, 2
2.176 καδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
2.177 Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
2.178 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης :
2.179 ἀλλ’ ἴ̈θι νῦν κατα λαὸν Ἀχαιῶν : μηδ έτ’ ἐρώει :1, 2
2.180 σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον .1, 2
2.181 μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας :
2.182 ὡς φάθ’ , ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης :1
2.183 βῆ δὲ θέειν : ἀπὸ δὲ χλαῖναν βάλε . τὴν δ’ κόμισσε1, 2, 3
2.184 κῆρυξ Εὐρυβάτης Ἰ̈θακήσιος , ὅς οἱ ὀπήδει :1, 2
2.185 αὐτὸς δ’ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
2.186 δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί :1, 2, 3
msA, 2.272, commenting on 2.161 Ἀργείην Ἑλένην · ὅτι Ζηνοδοτος γράφει Ἀργείην θ’ Ἑλενην . σὺν τῷ συνδέσμω ὥστε εἶναι χωρὶς καύχημα καὶ συν τούτῳ τὴν Ἑλενην οὐ λεγει δὲ οὕτως ἀλλ αυτὴν τὴν Ἑλένην καύχημα ⁑
msA, 2.273, commenting on 2.161 φίλης ἀπο αίης ⁑ οὐκ ἀναστρεπτέον τὴν πρόθ ὡς Τυραννίων καὶ Πτολεμαῖος . ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπο τηρεῖ τὸν τόνον : καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπο ῆς ἀλόχοιο ⁑
msA, 2.275, commenting on 2.175 πολυκλήϊσι· τινὲς προπερισπῶσιν ὡς καὶ τὸ ἁπλοῦν ἐπὶ κληῗσι κάθιζον ὡς γὰρ πλοκαμὶς ἐϋπλοκαμῖδες Ἀχαιαὶ οὕτως καὶ κληῒς καὶ πολυκληΐς οὐκ έχει δὲ οὕτως ἡ ἀνάγνωσις . ἔστιν οὖν λόγος ὑπερ τῆς βαρυνομένης λέξεως οὗτος : τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῆ συνθέσει φυλασσοι μόνον τὸ θηλυκὸν γένος . καὶ τὸν αὐτὸν τόνον φυλάσσει : εἰ δὲ μεταληπτικὸν γίνοιτο καὶ ἀρσενικοῦ μεθἵσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως τοῦ μὲν προτερου φυλάσσοντος τὸ αὐτὸ γενος καὶ τὸν αὐτὸν τόνον : περισκελίς : τοῦ δε δευτέρου δύσελπις . ταύτῃ οὖν τὸ μὲν καταιγὶς ὀξύνεται : τὸ δε μελάναιγις βαρύνεται οὕτως οὖν καὶ τὸ εὔκληϊς καὶ πολυκληϊς βαρυνθήσεται τίθεται γὰρ καὶ ἐπι ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις καὶ γὰρ ἐπι Ἀμαζόνος ταγείη ἄν καὶ τὸ εὐκνῆμις ἀμέλει ἐπι τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς τοὶ δ ήδη επι νηῶν ἐϋκνημιδος Ϊτώνης ⁑
msA, 2.276, commenting on 2.183 βῆ δὲ θέειν ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ . ἐστι δέ ώρμησεν ἐπὶ τὸ θέειν . ἠ Αττικῶς λείπει τὸ ὥστε , ἠ τὸ ἀπαρέμφατον ἀντι μετοχῆς ⁑
msA, 2.277, commenting on 2.186 δέξατό οι σκῆπτρον· ὅτι ἀρχαϊκώτερον δέξατο αὐτὸ τὸ σκῆπτρον ἀντι τοῦ παρ αυτοῦ ⁑
msA, 2.278, commenting on 2.186 αὐτὸς δ’ Ἀτρείδεω Ἀγαμέμνονος : Ὀδυσσεὺς φησὶ παρα τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον : οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ ἀλλ’ ἵνα δοκῇ συν τῆ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς ⁑
msAil, 2.292, commenting on 2.164 προσηνέσι πράοις
msAil, 2.293, commenting on 2.164 κάτεχε κώλυε
msAil, 2.295, commenting on 2.167 ακρωτηρίων
msAil, 2.297, commenting on 2.170 ευκαθέδρου
msAil, 2.298, commenting on 2.170 επειδη αὐτόν λύπη
msAil, 2.299, commenting on 2.173 εὐγενέστατε Λαέρτου παῖ πολύτεχνε
msAil, 2.300, commenting on 2.179 μηδε συγχώρει·
msAil, 2.302, commenting on 2.182 συνήκεν ήκουσεν
msAil, 2.303, commenting on 2.183 δια τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν ὑπὸ τοῦ πλήθους τῶν ἰματίων
msAil, 2.304, commenting on 2.184 ὅστις αὐτῷ ἠκολούθει
msAil, 2.305, commenting on 2.186 τὸ ἀθάνατον ἐπι εμψύχων οἱ φιλόσοφοι : τὸ δὲ ἄφθιτον ἐπὶ ἀψυχων‡
msAim, 2.279, commenting on 2.163 οὕτω κατα λαὸν συμφώνως εἶχον ἅπασαι‡
msAim, 2.280, commenting on 2.167 ὅτι ὅρος ὁ Ὄλυμπος
msAim, 2.282, commenting on 2.176-2.178 ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν ⁑
msAim, 2.283, commenting on 2.180 ὅτι ἐνταῦθα οικείως τετακται·
msAim, 2.284, commenting on 2.184 ὅτι καὶ έτερος Εὐρυβάτης ὁμώνυμος ⁑
msAint, 2.285, commenting on 2.161 ἡ Λακωνικὴ πέμπτον τῆς όλης Πελοποννήσου ⁑
msAint, 2.286, commenting on 2.164 ψιλωτέον τὸ ἀγανὸς τοιοῦτο γὰρ τὸ α προ τοῦ γ ⁑
msAint, 2.287, commenting on 2.167 τελεία ἐπὶ το ἀΐξασα ασύνδετον γὰρ τὸ ἑξῆς προς τὰ ἐπανω·
msAint, 2.288, commenting on 2.173 προσαγορευτικη ἡ περίοδος διὃ τελείαν στικτεον ⁑
msAint, 2.289, commenting on 2.175 οὐκ εμβάντες ὅτι σύμβουλον ατακτου φυγῆς·
msAint, 2.290, commenting on 2.179 ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι ΐθι κατὰ λαόν ⁑