Manuscript msA, page 282r
| prev: 281v | next: 282v |
22.1 ὡς οἱ μὲν κατα ἄστυ πεφυζότες ἠΰτε νεβροὶ .1
22.2 ἱ̈δρῶ ἀπεψύχοντο · πί̆ον τ’ ἀκέοντό τε δίψαν .1
22.3 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ1
22.4 τείχεος ἄσσον ἴ̈σαν σάκε’ ὤμοισι κλίναντες·1
22.5 Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρ’ ἐπέδησεν
22.6 Ἰ̈λίου προπάροιθε , πυλά̄ων τε Σκαιάων·1
22.7 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων ·
msA, 22.1, commenting on 22.1 ὡς οἱ μὲν κατα άστυ πεφυζότες ὴ ΰπε νεβροι : βραδὺ διασταλτεον μετα τὸ νεβροὶ πεφευγέναι γὰρ αὐτοὺς φησὶν ὡς νεβροὺς οὐ τὸν ἰδρῶτα ἀποψυχεσθαι· νεβροὶ δὲ οἱ νεωστὶ ἐπι βοραν ἰόντες , ἠ νηπόροι οἱ μηδέπω πορεύεσθαι δυνάμενοι ⁑
msA, 22.2, commenting on 22.2 ἰδρῶ απεψυχοντο· διχῶς καὶ ἀνεψύχοντο καὶ ἀπεψύχοντο χαριεστέρα δὲ ἡ δια τοῦ ν ⁑
msA, 22.3, commenting on 22.3 κεκλιμένοι προσκεκλιμένοι ὅ ἐστι περιεχόμενοι ὑπo τῶν τειχῶν . ἐπάλξεις γὰρ οἱ τῶν τειχῶν λεγόμενοι προμαχῶνες ⁑
msAil, 22.1, commenting on 22.4@ἴ̈σαν παρ ἐγένοντο
msAim, 22.1, commenting on 22.6 προς τας σκαιάς ⁑