Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 282v

Manuscript msA, page 282v

image

prev: 282r next: 283r

Iliad text

22.8 τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκειςimage

22.9 αὐτὸς θνητὸς ἐὼν , θεὸν ἄμβροτον . οὐδέ νύ̆ πώ μεimage

22.10 ἔγνως ὡς θεός εἰμι· σὺ δ’ ἀσπερχὲς μενεαίνεις·image

22.11 ῆ νύ τοι οὔ τι μέλει Τρώων πόνος . οὓς ἐφόβησας .image1

22.12 οἳ δή τοι εἰς ἄστυ ἄλεν· σὺ δὲ δεῦρ’ ἐλιάσθης·image

22.13 οὐ μέν με κτενέεις . ἐπεὶ , οὔ τοι μόρσιμός εἰμι·image

22.14 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ,image

22.15 ἔβλαψάς μ’ ἑκάεργε θεῶν ὀλοώτατε πάντωνimage

22.16 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος . ἦ κ’ έτι πολλοὶimage

22.17 γαῖαν ὀδὰξ εἷλον , πρὶν Ἴ̈λιον εἰσ ἀφικέσθαι·image

22.18 νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο . τοὺς δ’ ἐσάωσας·image

22.19 ῥηϊδίως· ἐπεὶ οὔ τι τίσιν γ’ ἔδδεισας ὀπίσσω·image

22.20 ἦ σ’ , ἂν , τισαίμην , εἴ μοι δύναμίς γε παρείη·image1

22.21 ὡς εἰπὼν . προτὶ ἄστυ , μέγα φρονέων ἐβεβήκει .image

22.22 σευάμενος , ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν όχεσφιν·image

22.23 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·image1, 2

22.24 ὡς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα·image

22.25 τὸν δ’ ὁ γέρων Πρίαμος πρῶτος ἴ̈δεν ὀφθαλμοῖσιimage

22.26 παμφαίνονθ’ ὥς τ’ ἀστέρ’ . ἐπεσσύμενον πεδίοιο·image1

22.27 ὅς ῥά τ’ ὀπώρης εἶσιν , ἀρίζηλοι δέ οι αὐγαὶimage1

22.28 φαίνονται πολλοῖσι μετ’ ἄστρασι , νυκτὸς ἀμολγῷ·image1

22.29 ὅν τε κύν’ Ὠρίωνος ἐπίκλισιν καλέουσι·image1, 2, 3

22.30 λαμπρότατος μὲν ὅ δ’ ἐστί , κακὸν δέ τε σῆμα τέτυκται·image

22.31 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·image1, 2

22.32 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος .image

Scholia text

msA, 22.4, commenting on 22.11 ῆ νύ τοι οὔ τι μέλει Τρώων πόνος οὓς ἐφόβησας· ὅτι σαφῶς ὁ πόνος οὐκ έστιν ἀλγηδών· οὐ γὰρ ἂν λέγοιτο οὐ μέλει σοι ἡ τῶν Τρώων ἀλγηδών· ἀλλ’ οὕτως εἴρηκεν ἀντι τοῦ οῦ μέλλει σοι τὸ περὶ τοὺς Τρῶας πονεῖν καὶ ἐνεργεῖν καὶ ὅτι ἐφόβησας εἰς φυγὴν ἔτρεψας·image

msA, 22.5, commenting on 22.23 ὁς ῥά τε ῥεῖα· ὅτι θέησιν ἀντι τοῦ θέη πλεονάζει δὲ τῷ τοιούτῳ σχήματι Ἴβυκος καὶ ὅτι ἐλλειπει ἡ δία διὰ πεδίου·image

msA, 22.6, commenting on 22.29 ὄν τε κύν’ Ὠρίωνος . ὁ Σιδώνιος ὑφ ἓν ἀναγινώσκει ἄμεινον δὲ κατα παράθεσιν ὅτι οἱ κῦνες πολλάκις ὀνομάζονται μετα τῶν κτητόρων . οἷον Κέρβερος Ἅιδου · Ὄρθος Γηρυόνου , Ἄλκαινα Ἀκταίωνος . οὕτως κυνα Ὡρίωνος τὸ δε κυνηγετικον αὐτον εἰναι καὶ πλησίον κατηστέρισαν τὸν κύνα ⁑image

msA, 22.7, commenting on 22.29 ὀν τε Κυνωρίωνος . τὸν ἀστρωῶν κύνα οὕτ ἔφη . ἔνιοι δε φασὶν τὸν κατηστερισμένον κύνα οὐκ Ὠρίωνος ἀλλ’ Ηριγένης ὑπάρχειν ὃν κατηστερισθῆναι δια τοιαύτην αιτίαν· Ϊκάριος . γένος μὲν ἧν Ἀθηναῖος ἔσχεν δὲ θυγατέρα μονογενῆ Ἡριγόνην ἥτις κύνα νήπιον ἔτρεφε· ξενίσας δέ ποτε ὁ Ϊκαριος Διόνυσον ἔλαβεν ἀπ αυτοῦ οἶνόν τε καὶ ἀμπέλου κλῆμα . κατα δε τὰς τοῦ θεοῦ ὑποθήκας περίϊει τὴν γῆν προφαίνων τὴν τοῦ Διονύσου χαριν έχων σὺν ἑαυτῷ τὸν κύνα . γενόμενος δὲ ἐντὸς τὴς πόλεὼς βουκόλοις οἶνον παρέσχεν· οἱ δὲ ἀθρόως ἐμφορησάμενοι οἱ μὲν ἐς βαθὺν ὕπνον ἐτράπησαν· οἱ δὲ περιλειπόμενοι νομίσαντες θανάσιμον εῖναι φαρμακον τὸ πόμα , πλήσσοντες ἐφόνευσαν τὸν Ϊκάριον · μεθ ἡμέραν δὲ νηψάντῶν αὐτῶν καταγνώντες ἑαυτῶν εἰς φυγὴν ἐτράπησαν· ὁ δε κύων ὑποστρέψας προς τὴν Ηριγένην δι ορυγμοῦ ἐμήνυσε αὐτῆ τὰ λεγόμενα . ἡ δε μαθοῦσα τ’ ἀληθὲς ἑαυτὴν ἀνήρτησε νόσου δὲ ἐν Ἀθήναις γενομένης κατα χρησμὸν Ἀθηναῖοι τόν τε Ϊκαριον καὶ τὴν καὶ τὴν Ἡριγόνην ἐνιαυσίαις ἐγεραιρον τιμαῖς . οἱ καὶ καταστερηθέντες Ϊκάριον μὲν βοώτης ἐκλήθη· Ἡριγόνη δὲ παρθένος · ὁ δε κύων τὴν αὐτὴν ὀνομασίαν ἔσχεν . ἡ ϊστορία παρὰ Ἐρατοσθένει ⁑image

msA, 22.8, commenting on 22.28 πολλοῖσι μετ’ άστρασι· Ἀρίσταρχος ὡς πατράσιν· ἄμεινον δὲ προπαροξύνειν ὥσπερ καὶ τοῖς πλείωσιν ἔδοξε καὶ Φιλοξένῳ ἵνα αὐτῆς τῆς πτώσεως λέγω δὲ τῆς δοτικῆς μεταπλασμον λάβωμεν· ὅτι γὰρ κατα πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ετέροις . ὃν οὖν τρόπον . ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο· ἔγκασι φωτός καί οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν . ἥ τε προβάτοις πρόβασιν , ἥ τε πετάλοις πέταλσι , οὕτως ἄστροις ἄστρασι ἐπεισελθόντος τοῦ ᾱ ἵνα συστῆ ἡ λέξις ⁑image

msA, 22.9, commenting on 22.31 καί τε φέρει πολλὸν· ὅτι ἅπαξ ἐνταῦθα ὁ πυρετός . καὶ ὅτι πυρετὸν κυρίως λέγει οὐχ ώς τινες δέχονται τὴν διάκαυσιν τοῦ ἀέρος πρὸς γὰρ τὸ φθοροποιὸν ἡ παραβολή· καὶ ὅτι δειλοῖσιν ἀντι τοῦ δειλαίοις .image

msAext, 22.1, commenting on 22.31 ση ὅτι ἅπαξ ὁ πυρετός·image

msAil, 22.2, commenting on 22.26@ὀπώρῃς ἐῖσιν αν εισιν ἀνατέλλειimage

msAim, 22.2, commenting on 22.20 ἀπ’ ἀλλης ἀρχῆς τοῦτο ἀναγνωστ τοῦ η ψιλουμενον ⁑image

msAim, 22.3, commenting on 22.23 ουτ λείπει ἡ δι α δια πεδιου ⁑image

msAim, 22.4, commenting on 22.29 οτ περισσὸς ὁ τὲ σύνδεσμος ⁑image

msAint, 22.1, commenting on 22.27 οτ αντ αρίδηλοι οὐ γὰρ ὁ ζηλοί ἔγκειται ⁑image