Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 283r

Manuscript msA, page 283r

image

prev: 282v next: 283v

Iliad text

22.33 ᾤμωξεν δ’ ὁ γέρων· κεφαλὴν δ’ ὅ γε κόψατο χερσὶν .image

22.34 ὑψόσ’ ἀνασχόμενος . μέγα δ’ οἰμώξας ἐγεγόνει .image

22.35 λισσόμενος φίλον υἱὸν· ὁ δὲ προπάροιθε πυλάωνimage

22.36 ἑστήκει . ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·image1

22.37 τὸν δ’ ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·image

22.38 Ἕκτορ . μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτονimage

22.39 οἶος ἄνευθ’ ἄλλων· ἵνα μὴ τάχα πότμον ἐπίσπῃςimage

22.40 Πηλείωνι δαμεὶς . ἐπεὶ ῆ πολὺ φέρτερός ἐστι·image1

22.41 σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτοimage1, 2

22.42 ὅσσον ἐμοὶ . τάχα κέν , ἑ , κύνες καὶ γῦπες ἔδονταιimage1

22.43 κείμενον . ῆ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·image1

22.44 ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εῦνιν ἔθηκε .image1

22.45 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων·image1

22.46 καὶ γὰρ νῦν δύο παῖδε . Λυκάονα καὶ Πολύδωρονimage

22.47 οὐ δύναμαι ἰ̈δέειν , Τρώων εἰς ἄστυ ἀλέντων .image

22.48 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν·image1

22.49 ἂλλ’ εἰ μὲν ζώουσι μετὰ στρατῷ , ἢ τ’ ὰν ἔπειταimage1

22.50 χαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’ . ἔστι γὰρ ἔνδον·image1

22.51 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης ·image1, 2, 3

22.52 εἰ δ’ ἤδη , τεθνᾶσι . καὶ εἰν Ἀΐδαο δόμοισιν .image1

22.53 ἄλγος ἐμῷ θυμῶ καὶ μητέρι , τοῖ τεκόμεσθα·image

22.54 λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγοςimage

22.55 ἔσσεται . ἢν , μὴ καὶ σὺ θάνῃς . Ἀχιλῆϊ δαμασθείς·image1

22.56 ἂλλ’ εἰσέρχεο τεῖχος , ἐμὸν τέκος . ὄφρα σαώσῃςimage

22.57 Τρῶας καὶ Τρῳάς . μὴ δὲ μέγα κῦδος ὀρέξῃςimage1

Scholia text

msA, 22.10, commenting on 22.41 σχέτλιος αἴθε θεοῖσι· σημειοῦνται τὶνες ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δεδήλωκεν ⁑image

msA, 22.11, commenting on 22.49 ἀλλ εἰ μὲν ζώουσι μετα στρατῷ ὅτι περισσὸς ὁ ἂν σύνδεσμος· εἰ γὰρ ἐνετέτακτο κυρίως . ἐπήνεγκεν ἂν ἀπολυσαμεθα ⁑image

msA, 22.12, commenting on 22.41 φίλος τοσσόνδε : προ τέλους ἡ ὀξεῖα ἓν γάρ ἐστι μέρος λόγου ⁑image

msA, 22.13, commenting on 22.51 πολλὰ γὰρ ὥπασε παιδὶ γέρων ὅτι κατα σύνθετον προενεκτέον· σημαίνει δὲ τὸ ὅλον ὀνομαστος· ὁ γὰρ κλυτὸς ἐπι τοῦ διαβεβοημένου . καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι γαμουμέναις δῶρα παρεῖχον· ἐγω δ’ ἐπι μείλια δώσω ⁑image

msA, 22.14, commenting on 22.51 ὀνομάκλυτος Ἄλτης · ὡς τοξόκλυτος . οὕτως δὲ καὶ Ἀρίσταρχος · ἐν μέντοι τῆ κατα παράθεσιν ἀναγνωστέον· ἐμοὶ δ’ ὄνομα ειτα κλυτὸς Αἴθων ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα ἐπεί τοι ἔσται κλεμάμενος λόγος εἴπομεν δὲ ἐν τοῖς προ τούτου βιβλίοις πότε τὸ κλυτὸς κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει· τὸν τόνον καὶ πότε ἀναδίδωσιν . ⁑image

msA, 22.15, commenting on 22.52 εἰ δ’ ἤδη τεθνᾶσι· βραχυ διασταλτεον ἐπι τὸ τεθνᾶσι καὶ ὑποστικτέον δόμοισι · ἴσως δ’ ἄν τις ἐπι τὸ τεθνᾶσι ὑποστίζοι· τὰ δὲ ἑξῆς πάντα συνάπτοι ἵν’ ᾖ ὁ λόγος , καὶ ἀποθανόντες ἀνιασόμεθα· ὁμοιως το εἰ δὲ θανόντων περ καταληθ εἰν Ἀΐδαο αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι ⁑image

msA, 22.16, commenting on 22.57 Τρῶας καὶ Τρωὰς ἤτοι στικτέον μετὰ τὸ Τρῶας . καὶ Τρῳὰς , ἵνα ἀπ ἄλλης ἀρχης ἀπα γορευτικος ὁ λόγος γένηται μὴ δὲ μέγα κῦδος ὀρέξῃς . εἰ δὲ συνάψοιμεν ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν κοινοῦ νοουμένου τοῦ ὄφρα . ἵνα σαῴσης καὶ μὴ ὀρέξῃς . ἤτοι καὶ μὴ ἀμερθῇς αἰῶνος ⁑image

msAil, 22.3, commenting on 22.43@πραπίδων εντὸς έσομαι λυπimage

msAil, 22.4, commenting on 22.44@εῦνιν ερημον χηρονimage

msAil, 22.5, commenting on 22.45@περνὰς πιπρασωνimage

msAim, 22.5, commenting on 22.42 Αρισταρχ έδοιεν ⁑image

msAim, 22.6, commenting on 22.50 εν αλλω απλύσομεν ⁑image

msAint, 22.2, commenting on 22.36 ουτ Ἀριστχ ἑστήκει άνευ τοῦ ϊimage

msAint, 22.3, commenting on 22.40 πρὸς τὸ σχῆμα·image

msAint, 22.4, commenting on 22.48 ουτ Ἀρισταρχ δια τοῦ τ ἄλλοι δὲ οὕσοι ⁑image

msAint, 22.5, commenting on 22.51 αἱ ἀπο τ πόλεων παιδὶ φίλῳ ⁑ ⁑image

msAint, 22.6, commenting on 22.55 πρὸς τὸ σχημ αντ τοῦ υπ αχιλλε , ὡς Τρωσὶ δαμεῖς ⁑image