Manuscript msA, page 283v
| prev: 283r | next: 284r |
22.58 Πηλείδῃ . αὐτὸς δὲ φίλης , αἰῶνος ἀμερθῇς·1
22.59 πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον .1, 2, 3
22.60 δύσμορον , ὅν ῥα πατὴρ . Κρονίδης ἐπὶ γήραος οὐδῷ1
22.61 αἴσῃ ἐν ἀργαλέῃ φθίσει . κακὰ πόλλ’ ἐπ’ ιδόντα·
22.62 υἷάς τ’ ὀλλυμένους· ἑλκηθείσας τε θύγατρας .1
22.63 καὶ θαλάμους κεραϊζομένους· καὶ νήπια τέκνα
22.64 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι·
22.65 ἑλκομένας τε , νυοὺς ὀλοῇς ὑπο χερσὶν Ἀχαιῶν ·
22.66 αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν1, 2
22.67 ὠμησταὶ ἐρύουσιν . ἐπεί κέ τις ὀξέϊ χαλκῷ1, 2, 3
22.68 τύψας , ἠὲ βαλὼν , ῥεθέων ἐκ θυμὸν ἕληται .1, 2, 3
22.69 οὓς τρέφον ἐν μεγάροισι . τραπεζῆας πυλαωρούς·1, 2
22.70 οἵ κ’ ἐμὸν αἷμα πιόντες . ἀλύσσοντες περι θυμῷ1, 2
22.71 κείσοντ’ ἐν προθύροισι· νέῳ δέ τε πάντ’ ἐπέοικεν·
22.72 ἄρηϊ κταμένῳ· δεδαϊγμένῳ ὀξέϊ χαλκῷ .
22.73 κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ , ὅττι φανήῃ·1
22.74 ἂλλ’ ὅτε δὴ πολιόν τε κάρη . πολιόν τε γένειον .
22.75 αἰδῶ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος .1, 2
22.76 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν·
22.77 ῆ ῥ’ ὁ γέρων· πολιὰς δ’ ὰρ ἀνα τρίχας ἕλκετο χερσὶ
22.78 τίλλων ἐκ κεφαλῆς . οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε·
22.79 μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δακρυχέουσα .
22.80 κόλπον ἀνῐεμένη . ἑτέρηφι δὲ μαζὸν ἀνέσχε .1
22.81 καί μιν δακρυχέουσ’ . ἔπεα πτερόεντα προσηύδα·
22.82 Ἕκτορ τέκνον ἐμόν . τάδε τ’ αἴδεο . καί μ’ ἐλέησον
msA, 22.17, commenting on 22.66 αὐτὸν δ’ ὰν πύματόν τε , ὅτι ἀντι τοῦ ἄκραις . πρώτῃσι δὲ πύλῃσι προς τὸ άξαντ’ ἐν πρώτῳ ῥυμῷ ⁑
msA, 22.18, commenting on 22.67 ὠμισταὶ ἐρύουσιν· ὅτι χρόνος ήλλακται ἀντι τοῦ ἐρύσουσιν καὶ ἐν νευρὴν ἐντανύει ἀντι τοῦ ἐντανύσειν ⁑
msA, 22.19, commenting on 22.67 ὡμησταί· Ἀρίσταρχος ὡς ἀθληταὶ Τυραννίων δὲ ὡς κομῆται · ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περι τῆς προσωδίας , ὡς ἐπέκράτησεν ἡ Ἀρισταρχου ⁑
msA, 22.20, commenting on 22.68 τύψας ἠὲ βαλὼν πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι· καὶ ὅτι ῥέθη πάντα τὰ μέλη οἱ δὲ Αιολεῖς τὸ πρόσωπον ⁑
msA, 22.21, commenting on 22.68 ῥεθέων μελῶν : δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικον καὶ ψυχικόν ἐστι ῥέθη δὲ τὰ ζῶντα μέλη· Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλιδας τοὺς εὐπροσώπους φασί · Διονύσιος δέ φησὶ καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι δια γαρ μυκτήρων ἠ στόματος ἐκπλέομεν καί τοί γε τοῦ ποιητοῦ λέγοντος ψυχῇ δὲ κατ οuταμένην ὠτειλὴν ἔσσυτο ⁑
msA, 22.22, commenting on 22.70 αλύσσοντες : ὑπο λησμονῆς ἀλύοντες . οἷον ἐν άλλῃ ὄντες . δυσφοροῦντες· οἱ δὲ εῖπον ἐπι τὸ ἄγαν λυσσῶντες ⁑
msA, 22.23, commenting on 22.80 κόλπον ἀνιεμένη : ὅτι ἀντι τοῦ χαλῶσα ἀναστέλλουσα· καὶ ἐν αἴγας ἀνιεμένους , ἀναδέροντας· ἔστιν οὖν , ἀπογυμνοῦσα τὸ κατα τοὺς μαστοὺς κόλπωμα ⁑ αἴγας ἀνιεμένους
msAext, 22.2, commenting on 22.75 αἰδεο
msAil, 22.6, commenting on 22.58@ἀμερθῇς στερηθεῖς
msAil, 22.7, commenting on 22.59@ἔμε ουτ ορθοτονητ
msAil, 22.8, commenting on 22.59@φρονέοντ’ καλῶς οι παραινοῦντα
msAil, 22.9, commenting on 22.66@πύματον τελευταῖον
msAil, 22.10, commenting on 22.67@ὠμησταὶ ὡμοφάγοι
msAil, 22.11, commenting on 22.69@τραπεζῆας τους παρεστῶτας τῃ τραπεζη
msAil, 22.12, commenting on 22.70@ἀλύσσοντες αδημονοῦντες
msAim, 22.7, commenting on 22.59 σημειωτεον οτ τὰ η με τοῦ λο ἔχει ὁ στιχος·
msAim, 22.8, commenting on 22.62 προαναφωνεῖ τὴν Ἰλίου ἄλωσιν ⁑
msAim, 22.9, commenting on 22.69 Ἀρισταρχ · θυραωρούς , θυρακοφύλακας ⁑
msAim, 22.10, commenting on 22.73 ουτ Ἀρίσταρχ φάνηη δια τω β η ⁑
msAim, 22.11, commenting on 22.75 τὰ αιδοῖα ⁑
msAint, 22.7, commenting on 22.60 τῶ τέλει τῇ εξόδω ⁑
msAint, 22.8, commenting on 22.68 ἐν ἀλλω ἕλοιτο ⁑