Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 284r

Manuscript msA, page 284r

image

prev: 283v next: 284v

Iliad text

22.83 αὐτήν . εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον .image1, 2

22.84 τῶν μνῆσαι φίλε τέκνον . ἄμυνε δὲ δήϊον ἄνδρα·image1

22.85 τείχεος ἐντὸς ἐών . μὴ δὲ πρόμος ἵστασο τούτῳ·image1, 2

22.86 σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ . οὔ σ’ ἔτ’ ἔγωγεimage

22.87 κλαύσομαι ἐν λεχέεσσι φίλον τέκος . ὃν τέκον αὐτὴν·image1

22.88 οὐδ’ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα , νῶϊν .image1

22.89 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται·image

22.90 ὡς τό γε κλαίοντε προσαυδήτην φίλον υἱὸν ,image

22.91 πολλὰ λισσομένω . οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον·image1

22.92 ἂλλ’ ὅ γε μίμν’ Ἀχιλῆα πελώριον ἆσσον ἰ̈όντα·image

22.93 ὡς δε δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρά μένῃσιimage1, 2

22.94 βεβρωκὼς κακὰ φάρμακ’ . ἔδυ δέ τε μιν χόλος αἰνὸς .image

22.95 σμερδαλέον δὲ δέδορκεν , ἐλισσόμενος περὶ χειῇ .image

22.96 ὡς Ἕκτωρ ἄσβεστον ἔχων μένος . οὐχ ὑπεχώρει·image

22.97 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας·image

22.98 ὀχθήσας δ’ ἄρα εἶπε προς ὃν μεγαλήτορα θυμόν·image

22.99 ᾤ μοι ἐγών . εἰ μέν κε πύλας καὶ τείχεα δύω ,image

22.100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει·image

22.101 ὅς μ’ ἐκέλευε Τρωσὶ ποτι πτόλιν ἡγήσασθαιimage

22.102 νύχθ’ ὕπο τῆνδ’ ὀλοήν . ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς .image1

22.103 ἂλλ’ ἐγὼ οὐ πιθόμην , ἦ τ’ ἂν , πολὺ κέρδιον ῆεν·image

22.104 νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν .image1

22.105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους .image

22.106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο .image

22.107 Ἕκτωρ ἧφι βίηφι πιθήσας . ὤλεσε λαόν·image

Scholia text

msA, 22.24, commenting on 22.83-22.84 αὐτὴν εἴποτέ τοι· ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον εἶτα ἀπ’ άλλης ἀρχῆς , τῶν μνῆσει φίλε τέκνον· ῆ στικτέον αὐτή . εἶτ’ ἀπ’ άλλης ἀρχῆς . εἴποτέ τοι λάθη κηδέα ἔστι δὲ ὑποστιγμὴ μετα τὸ ἐπέσχον ⁑image

msA, 22.25, commenting on 22.84 τῶν μνῆσαι φίλε τέκνον· ὅτι ἰδίως  φίλε τέκνον  ἀντι τοῦ φίλον τέκνον . καὶ  ἄμυνε  ἀντι τοῦ ἀμύνου ⁑image

msA, 22.26, commenting on 22.85 τείχεος ἐντὸς ὅτι σαφῶς  πρόμος  ὁ πρόμαχος οὐχ ὁ βασιλεύς  ⁑image

msA, 22.27, commenting on 22.88 οὐδ’ ἄλοχος πολύδωρος : ὅτι ἔδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον  ⁑image

msA, 22.28, commenting on 22.91 πολλὰ λισσομένω· ὅτι ὑπερβίβασται ὁ δε   Ἔκτορι δὲ θυμὸν οῦκ ἔπειπον  προς τὸ οὐδ’ ἴ̈κετο γήραος οὐδόν ⁑image

msA, 22.29, commenting on 22.93 ὡς δε δράκων ἐπι εχειῆ · ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν ἀπο τοῦ χεῖσθαι ὅ ἐστι χωρῆσαι . εἰς αυτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἕλυτρον . οὐδ’ ὡς δ’ ἀμφοτέρους ὅδε χείσεται · ἔνιαι δὲ τῶν κατα πόλεις δια τοῦ  ν ὀρέστερον , καὶ ἀντι τοῦ μένῃσι δοκεύῃ ⁑image

msAil, 22.13, commenting on 22.83@λαθικηδέα τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπανταimage

msAil, 22.14, commenting on 22.93@ὀρέστερος ἐν όρει διατρίβωνimage

msAil, 22.15, commenting on 22.102@ὤρετο ὡρμησενimage

msAil, 22.16, commenting on 22.104@ἀτασθαλίῃσιν φρενοβλαβίαιςimage

msAim, 22.12, commenting on 22.85 ουτ Αρισταρχ ἄλλοι δὲ ἰων ⁑image

msAim, 22.13, commenting on 22.87 γράφεται φίλον θάλος· ⁑image

msAint, 22.9, commenting on 22.83 ουτ διὰ τ τ εἴποτέ τοιimage