Manuscript msA, page 284v
| prev: 284r | next: 285r |
22.108 ὡς ἐρέουσιν· ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴη1
22.109 ἄντην , ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι·1
22.110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς προ πόληος⁚1
22.111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν .1
22.112 καὶ κόρυθα βριαρήν . δόρυ δὲ πρὸς τεῖχος ἐρείσας .
22.113 αὐτὸς ἰ̈ὼν . Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω·1
22.114 καί οἱ ὑπόσχωμαι Ἑλένην . καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
22.115 πάντα μάλ’ ὅσσά τ’ Ἀλέξανδρος κοίλῃς ἐπὶ νηυσὶν
22.116 ἠγάγετο Τροίηνδ ‘ ἥ τ’ ἔπλετο , νείκεος ἀρχὴ .
22.117 δωσέμεν Ἀτρείδῃσιν ἄγειν , ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς1
22.118 ἄλλ’ ἀποδάσσεσθαι . ὅσσα πτόλις ἥδε κέκευθε .1, 2
22.119 Τρωσὶν δ’ αῦ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι ,1
22.120 μή τι κατακρύψειν· ἂλλ’ άνδιχα πάντα δάσασθαι·
22.122 ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός·1
22.123 μή μιν ἐγὼ μὲν ἵ̈κωμαι ἰ̈ὼν . ὁ δέ μ’ οὐκ ἐλεήσει .1, 2, 3
22.124 οὐδέ τι μ’ αἰδέσεται· κτενέει δέ με γυμνὸν ἐόντα1
22.125 αύτως . ὥς τε γυναῖκα· ἐπεί κ’ ἀπο τεύχεα δύω·
22.126 οὐ μέν πως νῦν ἑστιν ἀπὸ δρυὸς οὐδ’ ἀπο πέτρης1, 2
22.127 τῷ ὀαριζέμεναι . ἅ τε παρθένος ἠΐθεός τε .
22.128 παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν·1
22.129 βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν , ὅττι τάχιστα·1
22.130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ·
22.131 ὡς ὥρμαινε μένων . ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
22.132 ἶ̈σος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ·1, 2
22.133 σείων Πηλιάδα μελίην κατα δεξιὸν ὦμον
msA, 22.30, commenting on 22.110 ‡ἠέ κεν αὐτῷ ὀλέσθαι : ὅτι ὁ κεν περισσὸς . καὶ ὅτι ἀμφίβολον πότερον εμοὶ αὐτῷ ὀλέσθαι · ἠ καθ Ὁμηρικὴν συνήθειαν ἀντι τοῦ ὑπ αυτοῦ ὀλέσθαι ⁑
msA, 22.31, commenting on 22.111 εἰ δέ κεν ἀσπίδα μὲν· ἤρτηται μέχρι τοῦ ἀλλὰ τίη μοι ταυτα καὶ οὐδὲν αὐτοῖς ἀνταπεδόθη ἤτοι οὖν διαπορητικός ἐστι κἀνταῦθα ὁ λόγος ὡς ἐλέγομεν , κ’ ἂν τῇ Φ̄ . ἄρα τὴν ἀσπίδα καταθῶμαι καὶ τὴν περικεφυλαίαν . προς δε τὸ τεῖχος ἐρείσας τὸ δόρυ αὐτὸς προσέλθω Ἀχιλλεῖ , καὶ τὰ καὶ τὰ ποιήσω· ἠ κομματικῶς εἰρῆσθαι ὑποληπτέον ὡς καὶ ἡμῖν σύνδεσμος πολλάκις . ἀν δὲ κατὰ θῶμαι καὶ πορευθῶ δύναται δὲ καὶ ἠθικῶς ὁ Ἕκτωρ ἅπαξ ἐν μετανοίᾳ γενόμενος πρὶν ἀνταποδοῦναι διακόψαι τὸν λόγον· τὸ ὅμοιον νοητέον καὶ ἐπι τῶν ὑπ Αγήνορος ἀνωτέρῳ λεγομένων στίζομεν δὲ ταυτα ὡς πλῄρῃ ⁑
msA, 22.32, commenting on 22.117 δωσέμεν Ἀτρείδῃσιν : ὅτι ἀντι τοῦ ἀμφι δάσασθαι · διχὰ μερίσεσθαι · πάλιν δὲ ὁ δε̄ σύνδεσμος περισσός ⁑
msA, 22.33, commenting on 22.123 μή μιν ἐγὼ μὲν ί̈κωμαι : τινὲς ὡς φιλῶμαι ἀναγινόσκουσιν ἵνα τὸ ϊκετεύσω σημαίνῃ οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον καὶ γὰρ βαρυνόμενον ταυτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρω ἀορίστω ὁριστικ τῷ τὴν ϊκόμην φεύγων . ὡς οὖν ἐλιπόμην , λίπωμαι , οὕτως ϊκόμην ϊκωμαι ⁑
msA, 22.34, commenting on 22.123 μή μιν ἐγὼ μὲν ὅτι τὸ ί̈κωμαι ἀντι τοῦ ϊκετεύσω , παράκειται οὖν τὸ ϊὼν ἐπεὶ προσεγγιζομένοις ἂν προσφέρωμεν ϊκετείαν ⁑
msA, 22.35, commenting on 22.124 οὐδέ τι μ’ αἰδέσεται : ὅτι αἰδέσεται ὡς ϊκέτην προσδέξεται αἰδεῖσθαί θ’ ἱερῆα ⁑
msA, 22.36, commenting on 22.126 οὐ μέν πως νῦν έστιν ἀπὸ δρυὸς οὐκ έστι φησίν ἄντικρυς Ἀχιλλεως μύθους διηγεῖσθαι· ὁποίους ἄν παρθένοι καὶ ἠί̈θεοι· οἱ γὰρ παλαιοὶ τὰ ἐκτιθέμενα βρέφη παρὰ δρυσιν ἠ πέτραις εὑρίσκοντες , ἐνόμιζον ἐκ τούτων γεγένησθαι . ἐκ τοιούτου δὲ ἐγένετο ἡ ὑπόληψις· οἱ παλαιοὶ νομάδι ἐχρῶντο τῷ βίῳ , οἰκίας μηδέπω κεκτημένοι· αἱ οὖν γυναῖκες τίκτουσαι ἐν τοῖς ὄρεσιν ὑπο τὰ κοιλώματα τῶν πετρῶν καὶ δρυῶν εὑρίσκοντες δέ τινες νομίζοντες ἐκεῖθεν γεγενῆσθαι ἀνέτρεφον· ἡ ϊστορία παρα Διδύμῳ ⁑
msA, 22.37, commenting on 22.126 οὐ μέν πως νῦν εστ ἀπο δρυὸς , οὐκ έστιν ἀρχαῖα μυθολογεῖν τῷ Ἀχιλλεῖ νηπίων δίκην ὡς τῶν πρώτων ἀνθρώπων ἐκ δρυῶν καὶ πετρῶν γεγεννῆσθαι λεγομένων ⁑
msA, 22.38, commenting on 22.MISSING παρθένος ἠΐθεός τ’ ὀαρίζετον· ὁ ἀρισμός ἐστιν ἀνδρὸς καὶ γυναικὸς ὁμιλίᾳ ὀάραι γὰρ αἱ γῦναῖκες ⁑
msAil, 22.17, commenting on 22.113@ἀμύμονος τῆ πατρίδι δηλον ἐστιν
msAil, 22.18, commenting on 22.123@ἵκωμαι ικετεύσω
msAil, 22.19, commenting on 22.132@Ἐνυαλίῳ ὅτι τῷ Ἄρεϊ
msAil, 22.20, commenting on 22.132@Ἐνυαλίῳ τῷ Ἄρηι
msAim, 22.14, commenting on 22.108 αἱ κατα ἄνδρα πολὺ κάλλιον ⁑
msAim, 22.15, commenting on 22.118 Αρισταρχ ἀλλ’ ἀποδάσσεσθαι διὰ τ ε ⁑
msAim, 22.16, commenting on 22.122 ουτ χω χωρὶς τοῦ δ αλλα τι η μοι
msAim, 22.17, commenting on 22.129 ἐν αλλω όφρα τάχιστα τουτ δὲ ἑκατέρωθι δύναται προσδίδοσθαι ⁑
msAint, 22.10, commenting on 22.109 διχῶς καὶ κατακτειναντι ⁑
msAint, 22.11, commenting on 22.118 γρ ὅσα τε πτόλις
msAint, 22.12, commenting on 22.119 γρ ομουμαι
msAint, 22.13, commenting on 22.128 πρὸς τὴν ἐπανάληψιν τὸ πυκνῶς ἐν Ἰλιάδη