Manuscript msA, page 285r
| prev: 284v | next: 285v |
22.134 δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο , εἴκελος αὐγῇ
22.135 ἢ πυρὸς αἰθομένου . ἢ ἠελίου ἀνιόντος·
22.136 Ἕκτορα δ’ ὡς ἐνόησεν , ἕλε τρόμος· οὐδ’ ὰρ , ἔτ’ , ἔτλη
22.137 αὖθι μένειν . ὀπίσω δὲ πύλας λίπε . βῆ δὲ φοβηθείς·1
22.138 Πηλείδης δ’ ἐπόρουσε , ποσὶ κραιπνοῖσι πεποιθώς .
22.139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
22.140 ῥηϊδίως οίμησε μετὰ τρήρωνα πέλειαν·
22.141 ἡ δέ θ’ ὕπαιθα φοβεῖται , ὃ δ’ ἐγγύθεν ὀξὺ λεληκὼς1
22.142 ταρφέ’ ἐπαΐσσει· ἑλέειν τέ , ἑ , θυμὸς ἀνώγει .
22.143 ὡς ἂρ ὅ γ’ ἐμμεμαὼς . ἰ̈θὺς πέτετο . τρέσε δ’ Ἕκτωρ1
22.144 τεῖχος ὑπὸ Τρώων . λαιψηρὰ δὲ γούνατ’ ἐνώμα·
22.145 οἱ δὲ παρα σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα ·
22.146 τείχεος αἰὲν ὑπὲκ’ κατ’ αμαξιτὸν ἐσσεύοντο·1
22.147 κρουνὼ δ’ ἵ̈κανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
22.148 δοιαὶ ἀναΐσσουσι , Σκαμάνδρου δινήεντος·1
22.149 ἡ μὲν γάρ θ’ ὕδατι λιαρῶ ῥέει· ἀμφι δὲ καπνὸς1
22.150 γίνεται ἐξ αὐτῆς , ὡς εὶ πυρὸς αἰθομένοιο·
22.151 ἡ δ’ ἑτέρη θέρεϊ προρέει ἐικυῖα χαλάζῃ .1, 2
22.152 ἢ χιόνι ψυχρῇ , ἢ ἐξ ὕδατος κρυστάλλῳ·
22.153 ἔνθα δ’ ἐπ’ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι .1, 2
22.154 καλοὶ . λαΐνεοι , ὅθι εἵματα σιγαλόεντα
22.155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
22.156 τὸ πρὶν ἐπ’ εἰρήνης , πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν ·
22.157 τῇ ῥα παραδραμέτην . φεύγων . ὁ δ’ ὄπισθε διώκων·1
22.158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε . δίωκε δέ μιν μέγ’ ἀμείνων1
msA, 22.39, commenting on 22.143 ὡς ἂρ ὅ γ’ ἐμμεμαῶς . ὅτι τὸ τρέσαι , οὐ τὴν πτώησιν σημαίνει ἀλλα σὺν τῷ φεύγειν· ἐπήνεγκεν γοὖν τεῖχος ὑπο Τρώων ⁑
msA, 22.40, commenting on 22.146 τείχεος αἰὲν , βραχὺ διασταλτέον μετα τὸ ὑπὲκ , τὸ γὰρ ἑξῆς ὑπεκ τείχεος κατα τὸν ἀμαξιτὸν οἶον ὑπο τὸ τεῖχος· ἡ δὲ εξ πρόθεσις προκειμένη ἐμφαίνει ὡς καὶ μικρὸν ἔξω τοῦ τείχους ἐδίωκον ⁑
msA, 22.41, commenting on 22.148 δοιαὶ ἀναΐσσουσι . ὅτι λείπει πρόθεσις ἡ εκ ἡ ἀπο · ἐκ Σκαμάνδρου γὰρ ἡ ἀπο Σκαμάνδρου ⁑
msA, 22.42, commenting on 22.151 ἡ δ’ ἑτέρη θέρεϊ· ὅτι ἐκ τῆς ἀντιδιαστολῆς ταύτης σαφὲς ὅτι ἡ ετέρα πηγὴ ὕδατι λιαρῷ ῥεῖ κατα χειμῶνα ⁑
msA, 22.43, commenting on 22.157 τῇ ῥα παραδραμέτην : βραχὺ διασταλτέον παραδραμέτην καὶ φεύγων ⁑
msA, 22.44, commenting on 22.158 πρόσθε μεν ἐσθλὸς : ὅτι ὑγιῶς διώκεσθαι λέγει τὸν φεύγοντα ἐν ενίοις δὲ φέρεται στίχος ὑπο τοῦτον εὐτελῆς . φεῦγ’ υἱὸς Πριάμοιο , διώκε δὲ διος Ἀχιλλεύς ⁑
msAil, 22.21, commenting on 22.149@λιαρω θερμῶ
msAil, 22.22, commenting on 22.151@εἰκῦια χαλάζῃ αντ ψυχρὰ
msAil, 22.23, commenting on 22.153@πλυνοὶ εν οῖς πλύνουσι
msAim, 22.18, commenting on 22.137 ὅτι αντι τοῦ φυγών
msAim, 22.19, commenting on 22.141 ὅτι καὶ νῦν σαφῶς αντ τοῦ ἔμπροσθ φεύγει ⁑
msAint, 22.14, commenting on 22.153 ὅτι πρόθεσις ήλλακται καὶ πτῶσις αντ παρ αυταῖς ⁑