Manuscript msA, page 285v
| prev: 285r | next: 286r |
22.159 καρπαλίμως· ἐπεὶ οὐχ ἱ̈ερήϊον οὐδε βοείην·1, 2
22.160 ἀρνύσθην . ἅ , τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν·
22.161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο·1
22.162 ὡς δ’ ὅτ’ ἀεθλοφόροι περι τέρματα μώνυχες ἵ̈πποι1, 2
22.163 ῥίμφα μάλα τρωχῶσι . τὸ δὲ μέγα κεῖται ἄεθλον·1
22.164 ἠ τρίπος , ἠὲ γυνὴ , ἀνδρὸς κατατεθνειῶτος ·1
22.165 ὡς τὼ , τρὶς , Πριάμοιο πόλιν περὶ δινηθήτην
22.166 καρπαλίμοισι πόδεσσι· θεοὶ δ’ ἒς πάντες ὁρῶντο·
22.167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
22.168 ὢ πόποι· ῆ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
22.169 ὀφθαλμοῖσιν ὁρῶμαι . ἐμὸν δ’ ὀλοφύρεται ῆτορ
22.170 Ἕκτορος , ὅς μοι πολλὰ βοῶν ἐπι μηρί’ ἔκηεν1
22.171 Ἴ̈δης ἐν κορυφῇσι πολυπτύχου . ἄλλοτε δ’ αῦτε
22.172 ἐν πόλει ἀκροτάτῃ νῦν αὖτε δῖος Ἀχιλλεὺς1
22.173 ἄστυ περὶ Πριάμοιο ποσὶν ταχέεσσι διώκει·
22.174 ἂλλ’ άγετε φράζεσθε θεοὶ καὶ μητιάασθε .
22.175 ἢέ μιν ἐκ θανάτοιο σαώσομεν . ἠέ μιν ἤδη
22.176 Πηλείδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα·
22.177 τὸν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
22.178 ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς , οἷον ἔειπες·
22.179 ἄνδρα θνητὸν ἐόντα . πάλαι πεπρωμένον αίσῃ .
22.180 ὰψ , ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι .
22.181 έρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι·
22.182 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
22.183 θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ1
msA, 22.45, commenting on 22.161 ἀλλα περὶ ψυχῆς· ὅτι ὡς περι ἑτέρων λέγει τρεχόντων περι τῆς Ἕκτορος ψυχῆς αὐτοῦ τοῦ Ἕκτορος ἐνὸς ὄντος τούτων ⁑
msA, 22.46, commenting on 22.162 περι τέρματα μώνυχες ἵπποι ἀντι τοῦ δια τὰ τέρματα εἰς γὰρ τούτους τὸ τέλος τῆς νίκης ἀπόκειται ἐπεὶ εἰ περὶ τὰ τέρματα δράμουσιν εὐφυῶς κάμπτειν , οῦ δύνανται οὕτως Εὔβουλος ⁑
msA, 22.47, commenting on 22.164 ἢ τρίπος ἠὲ γυνη : ὅτι ἀμφίβολον , πότερον ἀνδρὸς τεθνεῶτος γυνὴ ἡ ἐπι τεθνειῶτι ἀνδρὶ ὃ καὶ ὑγιές · οὐκ οῖδεν γὰρ ἄλλους ἢ τοὺς ἐπιταφίους ἀγῶνας Ὅμηρος . ⁑
msA, 22.48, commenting on 22.183 θάρσει Τριτογένεια : ὅτι ἐνταῦθα ὑγιῶς λέγονται· κατα δὲ τὴν προ τῆς κώλου μάχης ἀγορὰν τῶν θεῶν οὐκέτι ⁑
msAil, 22.24, commenting on 22.159@οὐδε βοείην οὐ θυμα οῦ βύρσαν
msAil, 22.25, commenting on 22.162@τέρματα τάς καμπτήρας
msAil, 22.26, commenting on 22.163@τρωχῶσι τρέχωσι
msAim, 22.20, commenting on 22.159 ἀντικατήλλασσον τῷ δρόμῳ ⁑
msAim, 22.21, commenting on 22.170 ὅτι ἐλλειπ ἡ περὶ περι Έκτορος ⁑
msAim, 22.22, commenting on 22.172 ὅτι ὑπερθετικως αντ τοῦ ακροπο ⁑