Manuscript msA, page 286r
| prev: 285v | next: 286v |
22.184 πρόφρονι μυθέομαι . ἐθέλω δέ τοι ήπιος εἶναι·1
22.185 έρξον ὅπῃ δή τοι νόος ἔπλετο· μὴ δέ τ’ ἐρώει·
22.186 ὡς εἰπὼν , ὄτρυνε , πάρος μεμαυῖαν Ἀθήνην ·
22.187 βῆ δε κατ Ουλύμποιο καρήνων ἀΐξασα·
22.188 Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς ·1
22.189 ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται .
22.190 όρσας ἐξ εὐνῆς , διά τ’ ἄγκεα , καὶ διὰ βήσσᾱς .1
22.191 τὸν δ’ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπο θάμνῳ·
22.192 ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον , ὄφρά κεν εὕρῃ .
22.193 ὡς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλείωνα ·
22.194 ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάων1
22.195 ἀντίον ἀΐξασθαι . ἐϋδμήτους ὑπὸ πύργους ,
22.196 εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι .
22.197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς1, 2
22.198 πρὸς πεδίον· αὐτὸς δὲ ποτι πτόλιος πέτετ’ αἰεί·1
22.199 ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
22.200 οὔτ’ ὰρ , ὃ τὸν δύναται ὑποφεύγειν· οὔθ’ ὃ διώκειν·
22.201 ὡς ῥα τὸν οὐ δύνατο μάρψαι ποσίν , οὐδ’ ὃς , ἀλύξαι·1
22.202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο .1, 2
22.203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων
22.204 ἐγγύθεν , ὅς οἱ ἐπῶρσε μένος . λαιψηρά τε γοῦνα·
22.205 ἄλλοισιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεὺς .
22.206 οὐδ’ ἔα , ϊέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα .
22.207 μή τις κῦδος ἄροιτο βαλών· ὁ δὲ δεύτερος ἔλθοι·
22.208 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο .1, 2
msA, 22.49, commenting on 22.188 σημειῶδες ὅτι μόνος Ὁμηρός φησι μονομαχῆσαι τὸν Ἕκτορα · οἱ δὲ λοιποὶ πάντες ἐνεδρευθῆναι ὑπο Ἀχιλλέως ⁑
msA, 22.50, commenting on 22.197 τοσσάκι μιν προπάροιθεν : ὅτι τοπικῶς τὸ προπάροιθε δυνατὸν ἀκούειν εἰς τούμπροσθεν . δύνατῳν δὲ καὶ χρονικῶς . πρότερος φθάσας ἀπέτρεπεν αὐτὸν εἰς τὸ πεδίον ὁ καὶ ἔστιν ὑγιές . καὶ πρὸς τὸ παραφθὰς ὅτι κακῶς ἀντι τοῦ παραφθάσας ⁑
msA, 22.51, commenting on 22.199-22.201 ὡς δ’ ἐν oνείρῳ ἀθετοῦνται στιχ τρεῖς , ὅτι καὶ τῇ κατασκευῇ καὶ τῷ νοήματι εὐτελεῖς . καὶ γὰρ ἀπραξίαν δρόμου καὶ τὸ ἀπαράβατον σημαίνουσιν ἐναντίως τῷ ὡς δέ τ’ ἀεθλοφόροι περι τέρματα μώνυχες ἵπποι ⁑
msA, 22.52, commenting on 22.202 πῶς δέ κεν Ἕκτωρ ⁑ ἀξιοῦσι τοῦτον τὸν στίχον καθ αυτὸν ἀναγινώσκεσθαι ἐπεὶ ἐρωτητικός ἐστι φασίν εῖτα τους δύο τοὺς ἑξῆς κατὰ μίαν περικοπήν εἰσὶ μέντοι οἳ συνῆψαν τὸ πῶς . ἀόριστον ἐκδεχόμενοι ἐξέφυγε δάν πως ὁ Έκτωρ τὰς κῆρας , εἰ μὴ πύματον αὐτῷ συνήντησεν ὁ Ἀπόλλων ἡ διπλῆ προς τὸ ζητούμενον πῶς ὁ ποδώκης οὐ καταλαμβάνει τὸν Ἔκτορα · λέλυκε δὲ αὐτὸ ὁ ποιητής ὅτι ὑπὸ Ἀπόλλωνος ἐβοηθεῖτο ⁑
msA, 22.53, commenting on 22.204-22.207 ἐγγύθεν ὡς οἱ ἐπῶρσε , ἤτοι στικτέον εἰς τὸ γοῦνα καὶ ἀφ ετέρας ἀρχῆς ἄλλοισιν δ’ ἀνένευεν ἵν’ ᾗ τῶν προτέρων ὁ λόγος τοιοῦτος εὐθέως δ ἂν ἀπώλετο ὁ Ἕκτωρ εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησε τὸ πανύστατον· ἠ παντα συναπτέον ἕως τοῦ ὁ δὲ δεύτερος ἔλθοι ἵν ᾗ ὁ λόγος . ἀνῄρητο δ’ ἂν Ἕκτωρ ἤδη· εἰ μὴ Ἀπόλλων αὐτῷ ἐβοήθησεν τάχος ἐμπνεύσας· Ἀχιλλεὺς δὲ τοὺς περιεστῶτας τῶν Ἑλλήνων ἐκώλυεν ἀνανεύων βαλεῖν τὸν Ἕκτορα ⁑
msA, 22.54, commenting on 22.208 ἀλλ’ ὅτε δὴ τὸ τέταρτον· σημειοῦνται τινὲς δια τὸ δοκοῦν ἄπορον εῖναι μετα μικρὸν τούτων λεγομένων , τρεῖς περι άστυ μέγα Πριάμου δίον ⁑
msA, 22.55, commenting on 22.208 ὡς ὁ τὸν οὐ δύνατο μάρψαι ποσί· πῶς τάχιστος ὢν ὁ Ἀχιλλεὺς οὐ καταλαμβάνει τὸν Ἕκτορα καὶ φασίν· οἱ μὲν ἐπίτηδες αὐτὸν ὑπο τοῦ ποιητοῦ καταπεπονῆσθαι πολλῶ πόνῳ πρότερον ἵν’ ὥσπερ ἐν θεάτρῳ νῦν μείζονα κινήσῃ πάθη· οἱ δὲ ὅτι τὸν ἐνδοτέρῳ καὶ πρὸς τῷ τείχει δρόμον Ἕκτορος ποιουμένου Ἀχιλλεὺς διπλάσιον ἔκαμεν ἔξωθεν περιθέων ⁑
msAil, 22.27, commenting on 22.197@παραφθὰς προλαβών
msAim, 22.23, commenting on 22.184 ὑποχώρει ἐνδίδου ⁑
msAint, 22.15, commenting on 22.190 ὅτι αντ δι’ αγκέων καὶ βησσῶν
msAint, 22.16, commenting on 22.194 ὅτι ἃς άνω Σκαιὰς νῦν Δαρδανίους ⁑
msAint, 22.17, commenting on 22.198 ουτ δια τοῦ ε πέτετο ⁑
msAint, 22.18, commenting on 22.201 ἐν ἄλλω ὡς ὁ τὸν ⁑
msAint, 22.19, commenting on 22.202 αρισταρχ υπεξέφερεν