Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 286v

Manuscript msA, page 286v

image

prev: 286r next: 287r

Iliad text

22.209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα .image

22.210 ὲν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο .image1

22.211 τὴν μὲν Ἀχιλλῆος . τὴν δ’ Ἕκτορος ἱπποδάμοιο·image

22.212 ἕλκε δὲ μέσσα λαβὼν . ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ·image

22.213 ᾤχετο δ’ εἰς Ἀΐδαο · λίπεν δέ , ἑ , Φοῖβος Ἀπόλλων ·image

22.214 Πηλείωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη .image

22.215 ἀγχοῦ δ’ ἱ̈σταμένη ἔπεα πτερόεντα προσηύδα :image

22.216 νῦν δὴ νῶί̈ γ’ ἔολπα Διῒ φίλε . φαίδιμ’ Ἀχιλλεῦ .image1

22.217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτι νῆας .image

22.218 Ἕκτορα δῃώσαντε μάχης ᾶτόν περ ἐόντα·image

22.219 οὔ οἱ νῦν ἔτι γ’ ἐστὶ , πεφυγμένον ἄμμι γενέσθαι .image

22.220 οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλωνimage

22.221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο·image

22.222 ἀλλὰ σὺ μὲν νῦν στῆθι· καὶ ἄμπνυε , τόνδε δ’ ἐγώ τοιimage

22.223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι·image

22.224 ὡς φάτ’ Ἀθηναίη . ὁ δ’ ἐπείθετο . χαῖρε δὲ θυμῷ·image

22.225 στῆ δ’ ὰρ , ἐπι μελίης χαλκογλώχινος ἐρεισθείς·image

22.226 ἡ δ’ ἄρα , τὸν μὲν ἔλειπε , κιχήσατο δ’ Ἕκτορα δῖον .image

22.227 Δηϊφόβῳ ἐικυῖα δέμας καὶ ἀτειρέα φωνήν·image

22.228 ἀγχοῦ δ’ ἱσταμένη . ἔπεα πτερόεντα προσηύδᾱ·image

22.229 ἠθεῖ’· ῆ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς .image1

22.230 ἄστυ περὶ Πριάμοιο ποσὶν ταχέεσσι διώκων·image

22.231 ἂλλ’ ἄγε δὴ , στέωμεν· καὶ ἀλεξώμεσθα μένοντες·image

22.232 τὴν δ’ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·image

22.233 Δηΐφοβ ‘ . ῆ μέν μοι τὸ πάρος πολὺ φίλτατος ῆσθαimage

Scholia text

msA, 22.56, commenting on 22.210 ἐν δ ετίθει δύο κῆρε : ὅτι ἐντεῦθεν ἡ Ψυχοστασία Αἰσχύλου πέπλασται ὡς τοῦ Διὸς τὰς ψυχὰς ἱστάντος οὐ θανατηφόρους μοίρας ⁑image

msA, 22.57, commenting on 22.216 νῦν δὴ νῶϊ γ’ , ὅτι Ζηνόδοτος γράφει νῶϊν . τοῦτο δέ ἐστιν ἡμῖν ἢ ἡμῶν , ὅπερ οὐ συμφωνεῖ , τὸ δε  νῶϊ  χωρὶς τοῦ  ν  σημαίνει ἡμᾶς . ἠ ἡμῖς ὅπερ νῦν λέγει ἡμᾶς ἔολπα οἴεσθαι μέγα κῦδος ⁑image

msA, 22.58, commenting on 22.229 ‡ ἠθεῖ’ ἠ μάλα δήσε : ὅτι νεωτέρου προς πρεσβύτερον σεπτικῆ προσφώνησις ἐστι τοῦ  ἠθεῖε ⁑image