Manuscript msA, page 287r
| prev: 286v | next: 287v |
22.234 γνωτῶν· οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
22.235 νῦν δ’ έτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι·
22.236 ὃς ἔτλης ἐμεῦ είνεκ’ , ἐπεὶ ἴ̈δες ὀφθαλμοῖσι .
22.237 τείχεος ἐξελθεῖν· ἄλλοι δ’ ἔντοσθε μένουσι·
22.238 τὸν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
22.239 ἠθεῖ’· ῆ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ1
22.240 λίσσονθ’ ἑξείης γουνούμενοι . ἀμφὶ δ’ ἑταῖροι .
22.241 αὖθι μένειν , τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες .
22.242 ἂλλ’ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ·
22.243 νῦν δ’ ἰ̈θὺς μεμαῶτε μαχώμεθα· μη δέ τι δούρων
22.244 ἔστω φειδωλὴ . ἵνα εἴδομεν . εἴ κεν Ἀχιλλεὺς1
22.245 νῶϊ κατακτείνας , ἔναρα βροτόεντα φέρηται
22.246 νῆας ἐπὶ γλαφυρὰς . ἤ κεν σῷ δουρὶ δαμείῃ·
22.247 ὡς φαμένη· καὶ κερδοσύνῃς ἡγήσατ’ Ἀθήνη ·1, 2, 3
22.248 οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰ̈όντες·
22.249 τὸν πρότερος προσέειπε μέγας κορυθαιόλος Ἕκτωρ ·
22.250 οὔ σ’ ἔτι Πηλέος υἱὲ φοβήσομαι , ὡς τὸ πάρος περ1
22.251 τρὶς , περι ἄστυ μέγα Πριάμου δίον , οὐδέ ποτ’ ἔτλην
1, 2, 3
22.252 μεῖναι ἐπερχόμενον . νῦν αῦτέ με θυμὸς ἀν ἧκε
22.253 στήμεναι ἀντία σεῖο . ἕλοιμί κεν . ἤ κεν ἁλοίην·1
22.254 ἂλλ’ άγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι1
22.255 μάρτυροι ἔσσονται . καὶ ἐπίσκοποι ἁρμονιάων·1, 2, 3
22.256 οὐ γὰρ ἐγώ σ’ ἔκπαγλον ἀεικιῶ , αἴ κεν ἐμοὶ Ζεὺς
22.257 δώῃ καμμονίην . σὴν δὲ ψυχὴν ἀφέλωμαι·1
22.258 ἂλλ’ ἐπεὶ , άρ κέ , σε , συλήσω κλυτὰ τεύχε’ Ἀχιλλεῦ .
msA, 22.59, commenting on 22.244-22.446 ἔστω φειδωλή . βραχὺ διασταλτ φειδωλὴ καὶ εἴδομεν , τ ἀλλα δὲ συναπτέον ἕως γλαφυρὰς , ἤτοι δὲ στικτέον ἐπι τὸ γλαφυράς . ἡ βραχὺ διασταλτέον· περισπαστέον δὲ τὸν η̄ συνδ · ἀδύνατον γὰρ τῷ η̄ συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι ⁑
msA, 22.60, commenting on 22.247 ὡς φαμένη· καὶ κερδοσύνη· βραχ διασταλτέον ἐπι τὸ φαμένη μᾶλλον γὰρ ἐμφαίνει· τὸ δὲ ἑξῆς ἐστι καὶ ἡγήσατο , οἷον οὐ μόνον δια λογων αὐτὸν ἡπάτησεν ἀλλα καὶ δια τοῦ προσελθεῖν ἀξιοπίστως ⁑
msA, 22.61, commenting on 22.251 τρὶς περι αστυ . ὅτι τὸ δῖον ἐδιώχθην· οὐ μάχεται δὲ τῷ ἄλλ οτε δὴ τὸ τέταρτον · τρεῖς μὲν γὰρ τελείους κύκλους περιέδραμεν τὸ δε τέταρτον ἕως τῶν κρουνῶν ἐλθόντες οὐκέτι περιῆλθον τὴν πόλιν ⁑
msA, 22.62, commenting on 22.255 μάρτυροι ἔσονται· ὅτι μάρτυροι οὐ μάρτυρες . καὶ γὰρ τὸ ἑνικὸν Ζεὺς δ’ ἅμμ’ ἐπιμάρτυρος ἔστω ⁑
msA, 22.63, commenting on 22.255 ἁρμονίων· συναρμογῶν ἀφ οὗ δηλοὶ τὸ ὁμολογιῶν καὶ συνθηκῶν ⁑
msAil, 22.28, commenting on 22.244@φειδωλὴ φειδω
msAil, 22.29, commenting on 22.247@κερδοσσύνῃ πονηρίᾳ απάτη
msAil, 22.30, commenting on 22.251@δίον εδιώχθην
msAil, 22.31, commenting on 22.253@ἁλοίην ληφθείην
msAil, 22.32, commenting on 22.255@ἁρμονιάων συνθηκῶν
msAim, 22.24, commenting on 22.239 προς τὸ αυτο ⁑
msAint, 22.20, commenting on 22.247 τινὲς πληθυντικῶς κερδοσύνῃς ⁑
msAint, 22.21, commenting on 22.250 ὅτι σαφῶς φεύξομαι ⁑
msAint, 22.22, commenting on 22.251 γρ καὶ δίες καὶ οὕτως εῖχον αἱ χαριέστερα ⁑
msAint, 22.23, commenting on 22.254 ὅτι ἐπιμαρτυρώμεθα