Manuscript msA, page 287v
| prev: 287r | next: 288r |
22.259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὡς δὲ σὺ ῥέζειν·1
22.260 τὸν δ’ άρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
22.261 Ἕκτορ . μή μοι ἄλαστε , συνἡμοσύνας ἀγόρευε·1, 2
22.262 ὡς οὐκ έστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ .
22.263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν .
22.264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν .
22.265 ὡς οὐκ έστ’ ἐμὲ καὶ σὲ φιλήμεναι· οὔτε τι νῶϊν
22.266 ὅρκια ἔσσονται . πρίν γ’ ἢ ἕτερόν γε πεσόντα·1, 2
22.267 αἵματος ᾶσαι Ἄρηα ταλαύρινον , πολεμιστήν·
22.268 παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
22.269 αἰχμητήν τ’ έμεναι . καὶ θαρσαλέον πολεμιστήν·
22.270 οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις· ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
22.271 ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ’ ἀθρόα πάντ’ ἀποτίσεις
22.272 κήδε’ ἐμῶν ἑτάρων , οὓς ἔκτανες ἔγχεϊ θύιων·
22.273 ῆ ῥα . καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
22.274 καὶ τὸ μὲν ἄντα ϊδὼν . ἠλεύατο φαίδιμος Ἕκτωρ .
22.275 ἕζετο γὰρ προϊδὼν . τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος·1
22.276 ἐν γαίῃ δ’ ἐπάγη . ἀνὰ δ’ ἥρπασε Παλλὰς Ἀθήνη
22.277 ὰψ δ’ Ἀχιλῆϊ δίδου· λάθε δ’ Ἕκτορα ποιμένα λαῶν·
22.278 Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλείωνα ·
22.279 ἤμβροτες . οὐδ’ ἄρα πώ τι θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ .
22.280 ἐκ Διὸς . ῃ εἴδης τὸν ἐμὸν μόρον , ἤ τοι ἔφης γε .
22.281 ἀλλά τις ἀρτιεπὴς . καὶ ἐπίκλοπος ἔπλεο μύθων ,
1, 2
22.282 ὄφρά σ’ ὑποδδείσας . μένεος ἀλκῆς τε λάθωμαι·
22.283 οὐ μέν μοι φεύγοντι . μεταφρένῳ ἐν δόρυ πήξεις·
msA, 22.64, commenting on 22.257 δῴῃ καμμονίην : ὅτι καμμονίη νίκη οὐ καθολικῶς ἀλλὰ ἡ εκ καταμονῆς διὸ ἐπι τῶν μονομαχούντων καὶ πυκτευόντων τίθησιν ἐπὶ δὲ δρομέων οὐκέτι ⁑
msA, 22.65, commenting on 22.261 συν ἡμοσύνας ἀγόρευε· δασυντέον σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἐφεῖναι τὰ τῆς διανοίας παρα τὸν ἥσω οὖν ἥμων τί ἐστι καὶ ἥμονος ἡ γενική παρ ὴν τὸ ἡμοσύνη . οὕτως δὲ εῖχεν καὶ τὸ μεθημοσύνη ⁑
msA, 22.66, commenting on 22.262-22.264 ὡς οὐκ έστι λέουσιν . αἱ ὑποστιγμαὶ πιστὰ ἔχουσιν , ἀλλήλοισιν . ἡ γὰρ ἀνταπόδοσις ὡς οὐκ έστ’ ἐμὲ καὶ σέ ⁑
msA, 22.67, commenting on 22.266 ὄρκια ἔσσονται· εἰς τοῦτο ἡ διάνοια καταστρέφει ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἠ όρκους ἡμᾶς ποιήσασθαι· ὡς τὸ πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνι οἴκῳ ⁑
msA, 22.68, commenting on 22.281 ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος· ὅτι οὐκ ἐν ἐπαίνῳ ὁ ἀρτιεπὴς κατα τοὐναντίον τῷ ἀμετροεπῇ ἀλλὰ ὁ λάλος καὶ ὁ ἀπηρτ η σμένον παραλογιζόμενος τὸ δόρυ ⁑
msAil, 22.33, commenting on 22.261@ἄλαστε αλιτήριε
msAim, 22.25, commenting on 22.259 ὅτι αντ ῥέξε
msAim, 22.26, commenting on 22.266 ὅτι τὰ όρκια έσονται οὐκ έσσεται ⁑
msAim, 22.27, commenting on 22.275 ἐν αλλῶ μείλινον ἔγχος ⁑