Manuscript msA, page 288r
| prev: 287v | next: 288v |
22.284 ἂλλ’ ἰ̈θὺς μεμαῶτι . διὰ στήθεσφιν ἔλασσον .
22.285 εἴ τοι ἔδωκε θεὸς , νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι1
22.286 χάλκεον . ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο .1, 2
22.287 καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο1
22.288 σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον·
22.289 ῆ ῥα . καὶ ἀμπεπαλὼν . προΐει δολιχόσκιον ἔγχος·
22.290 καὶ βάλε Πηλείδαο μέσον σάκος , οὐδ’ ἀφάμαρτε·
22.291 τῆλε δ’ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ’ Ἕκτωρ
.1
22.292 ὅττι ῥά οἱ βέλος ὠκὺ . ἐτώσιον ἔκφυγε χειρός·
22.293 στῆ δὲ κατηφήσας . οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος·
22.294 Δηΐφοβον δ’ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·1
22.295 ᾔτεέ μιν δόρυ μακρὸν . ὁ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν·
22.296 Ἕκτωρ δ’ ἔγνω ᾗσιν ἐνι φρεσὶ . φώνησέν τε·
22.297 ὦ πόποι· ῆ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν
22.298 Δηΐφοβον γὰρ ἔγωγ’ ἐφάμην ἥρωα παρεῖναι·
22.299 ἂλλ’ ὁ μὲν ἐν τείχει , ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη ·
22.300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός , οὐδέ τ’ ἄνευθεν , ·
22.301 οὐδ’ ἀλέη· ῆ γάρ ῥα πάλαι τό γε φίλτερον ῆεν
1
22.302 Ζηνί τε καὶ Διὸς υἱεῖ ἑκηβόλῳ . οἵ με πάρος γε
22.303 πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει·
22.304 μη μὰν , ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην .1
22.305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι·
22.306 ὡς ἄρα φωνήσας , εἰρύσσατο φάσγανον ὀξὺ .
22.307 τό οἱ ὑπο λαπάρην τέτατο μέγα τε στιβαρόν τε·
22.308 οίμησεν δὲ ἀλεὶς . ὥς τ’ αἰετὸς ὑψιπετήεις·1
msA, 22.69, commenting on 22.281 ἐπίκλοπος . ἠσκηκὼς λόγοις ἀπατᾶν· οἱ δὲ ἐπιθυμητής . κλέπτεσθαι γὰρ τὸ ὀρέγεσθαι· καὶ ἐπίκλοπος ἔπλετο τόξων . ἠ ασκῶν διὰ λόγων παραλογίζεσθαι ὡς τὸ κλέπτε νόῳ ⁑
msA, 22.70, commenting on 22.285 νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι προστακτικῶς ἀναγινώσκειν δεῖ διὸ τρίτη ἀπο τέλους ἡ ὀξεῖα· εἰρωνεία δὲ τοῦτο φησὶν ⁑
msA, 22.71, commenting on 22.286 χάλκεον ὡς δή μιν σῷ· στικτέον μετα τὸ χάλκεον τὸ γὰρ ὡς ἀντι τοῦ εἴθε διόπερ ἀπ ἅλλης ἀρχῆς ἀναγνωστέον . ⁑
msA, 22.72, commenting on 22.300-22.301 νῦν δὲ δὴ ἐγγύθι μοι : βραχὺ διασταλτ κακός . στικτέον δὲ ἄνευθε · τὸ γὰρ οὐδ ἀλέη καθ εαυτὸ προενεκτέον λείποντος τοῦ ἐστι ⁑
msA, 22.73, commenting on 22.319 ὡς αἰχμῆς ἀπέλαμπ’ ὅτι ἐπι τῶν αἰχμὰς ἐχόντων εὐήκεος λέγει καὶ τανυήκεος . τὴν γὰρ ἀκμὴν ἀκὴν λέγει . καὶ ὅτι κυρίως ἐνταῦθα ἐπὶ τῆς ἐπιδορατίδος τῆς εὖ ἠκονημένης , ἐκεῖ δὲ παρῆκται , τὸ τανυήκεας ὄζους ⁑
msAil, 22.34, commenting on 22.301@οὐδ’ ἀλέη ουκ εστι φησιν ἐκφυγεῖν ⁑
msAim, 22.28, commenting on 22.286 ὅτι ἀντι τοῦ όλον ⁑
msAim, 22.29, commenting on 22.291 ὅτι ἀντι τοῦ συνεχυθ ⁑
msAim, 22.30, commenting on 22.294 ὅτι άπαξ εἴρηκε λευκάσπιδα ⁑
msAint, 22.24, commenting on 22.287 ἐν αλλῶ καί σφιν