Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 289r

Manuscript msA, page 289r

image

prev: 288v next: 289v

Iliad text

22.335 ὅς τοι γούνατ’ ἔλυσα· σε μὲν κύνες ἠδ’ οἰωνοὶimage

22.336 ἑλκήσουσ’ ἀϊκῶς· τὸν δὲ κτεριοῦσιν Ἀχαιοί ·image1

22.337 τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ ·image

22.338 λίσσομ’ ὑπὲρ ψυχῆς . καὶ γούνων , σῶν τε τοκήων
 .image

22.339 μή με ἔα παρα νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν .image

22.340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξοimage

22.341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ .image

22.342 σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν . ὄφρα πυρός μεimage1

22.343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα·image1

22.344 τὸν δ’ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image1

22.345 μή με κύον γούνων γουνάζεο , μὴ δὲ τοκήων·image

22.346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήῃimage1

22.347 ὤμ’ ἀποταμνόμενον κρέᾰ έδμεναι , οἷά μ’ ἔοργας·
image1

22.348 ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι .image1

22.349 οὐδ’ εἴ κεν δεκάκις τε· καὶ εἰκοσινήριτ’ ἄποιναimage1, 2

22.350 στήσώσ’ ἐνθάδ’ ἄγοντες . ὑπόσχωνται δὲ καὶ ἄλλα·image

22.351 οὐδ’ εἴ κέν σ’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
image1, 2

22.352 Δαρδανίδης Πρίαμος . οὐδ’ ὡς σὲ γε πότνια μη̄ρimage

22.353 ἐνθεμένη λεχέεσσι γοήσεται . ὃν τέ κεν αὐτὴ .image

22.354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατα πάντα δάσονται·image1

22.355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ ·image

22.356 ῆ σ’ εῦ γινώσκων προτιόσσομαι . οὐδ’ ὰρ ἔμελλον
image1

22.357 πείσειν , ῆ γὰρ σοί γε σιδήρεος , ἐ᾿ν φρεσὶ θυμός·image

22.358 φράζεο νῦν . μή τοί , τι θεῶν μήνιμα γένωμαι
image1

22.359 ἤματι τῷ , ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλωνimage

Scholia text

msA, 22.79, commenting on 22.347 κρεᾰ ἔδμεναι κατα συστολὴν τὸ  α  ἀνεγνώσθη ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ ⁑image

msA, 22.80, commenting on 22.348 ὡς οὐκ έσθ’ ὡς σῆς γε· βέλτιον προ τούτ τούτου στίζειν , καὶ τὸ  ὡς ,  εἰς τὸ ούτω μεταλαμβάνειν ⁑image

msA, 22.81, commenting on 22.349 οὐδ’ εἴ κεν δὲ κάκιςτε· σημειοῦνται τινὲς προς τὴν  εἰκοσινήριτ  λέξιν ὅτι προς εἴκοσι ἐξισοῦμενα εἰκοσ ἀπλᾶ ⁑image

msA, 22.82, commenting on 22.348-22.352 οὐδ’ εἴ κεν δὲ κάκιςτε  ἤτοι ἀπο τούτων ἀρκτέον ἵνα ὑποστίζωμεν ἄγοντες , καὶ ἀλλὰ , τῆς ἀνταποδόσεως οὔσης οὐδ’ ὡς σέ γε πότνια μηρ . ἢ τοῖς ἄνω προσαπτέον ὡς οὐκ έσθ’ ὃς σης γε κύνας  οὐδ’ εἰ κεν δὲ κάκιςτε καὶ τὰ ἑξῆς , ἔσται δὲ ἀπ άλλης ἀρχῆς οὐδ’ ὡς σέ γε πότνια μήτηρ ⁑image

msA, 22.83, commenting on 22.349 εἴκοσινήριτ’· ὑφ ἓν ἀναγνωστέον ὡς εἰκοσάβοια ἔσται δὲ προς είκοσιν ἐρίζοντα ὅ ἐστιν ἐξισούμενα· φυλακτέον δὲ ὅτι ὁ είκοσιν ἀριθμὸς εἰς  ν  καταλήξας συνετέθη ⁑image

msA, 22.84, commenting on 22.351 οὐδ’ εἴ κεν σ’ αὐτὸν . ὅτι ὑπερβολικῶς λέγει· ὁ δὲ Αἰσχυ ἐπ αληθειας ἀνθιστάμενον χρυσὸν πεποίηκε προς τὸ Ἕκτορος σῶμα ἐν Φρυξί ⁑image

msA, 22.85, commenting on 22.356 ῆ σ’ εὐ γινώσκων . τὸν η σύνδεσμον περισπαστέον· ἔστι γὰρ βεβαιωτικὸς .  ἡ διπλὴ δὲ ὅτι ἀπο τῶν ὄσσων ἡ μεταφορὰ προβλέπῳ τῷ νῷ ἀντι τοῦ προέβλεπον ἥλλακται γὰρ ὁ χρόνος καὶ προς τὸ οὐδ’ ἂρ ἔμελλον  ὅτι ἀντὶ τοῦ οὐκ εἰκος ῃ με πεισεῖν ⁑image

msA, 22.86, commenting on 22.362 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη·  σημειοῦνταί τινὲς ὅτι μόνη κάτεισιν εἰς Ἅδου ἡ ψυχὴ , καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς ⁑image

msA, 22.87, commenting on 22.375 ὡς ἄρα τις εἴπεσκε ὅτι οὐ πάντως πρότερον ἔλεγον ἀλλ ἅμα παίοντες ἐπεφώνουν ὥστ’ εἶναι ὡς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε ⁑image

msAil, 22.38, commenting on 22.351@ἐρύσασθαι αντ τοῦ ζυγοστατῆσαιimage

msAil, 22.39, commenting on 22.358@μή τοί, τι θεῶν μήνιμα γένωμαι μή πως τῆς ἐκ θεῶν σοι βλάβης αίτιος καταστῶ ⁑image

msAim, 22.32, commenting on 22.336 οἱ περι Ἀντίμαχον ἐπι τὸ γνωριμώτερον ἐλκήσουσι κακῶς ⁑image

msAim, 22.33, commenting on 22.346 προθυμία με αναπείση ⁑image

msAim, 22.34, commenting on 22.354 οτ αντ όλονimage

msAint, 22.26, commenting on 22.344 ἐν αλλῷ τὸν δ’ απαμειβομεimage