Manuscript msA, page 289v
| prev: 289r | next: 290r |
22.360 ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνι Σκαιῇσι πύλῃσιν·
22.361 ὡς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν·
22.362 ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη . Ἄϊδος> δὲ βεβήκει
1
22.363 ὃν πότμον γοόωσα· λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην·
22.364 τὸν καὶ τεθνειῶτα προσηύδα δῖος Ἀχιλλεύς ·
22.365 τέθναθι· κῆρα δ’ ἐγὼ τότε δέξομαι , ὁππότε κεν δὴ
22.366 Ζεὺς ἐθέλῃ τελέσαι . ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι·
22.367 ῆ ῥα· καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος·
22.368 καὶ τό γ’ ἄνευθεν ἔθηχ’· ὁδ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα
22.369 αἱματόεντ’ . ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν
22.370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
1
22.371 Ἕκτορος . οὐδ’ άρα οἵ τις ἀνουτητί γε παρέστη·
22.372 ὧδε δέ τις εἴπεσκεν . ἰ̈δὼν ἐς πλησίον ἄλλον·
22.373 ὧ πόποι . ῆ μάλα δῆ μαλακώτερος ἀμφαφάασθαι
22.374 Ἕκτωρ , ἠ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ·
22.375 ὡς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς·1
22.376 τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεὺς ,
22.377 στὰς . ἐν Ἀχαιοῖσιν . ἔπεα πτερόεντ’ ἀγόρευεν·
22.378 ὦ φίλοι . Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
·1
22.379 ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν ,
22.380 ὃς κακὰ πολλ`’ ἔρρεξεν . ὅσ’ οὐ σύμπαντες οἱ ἄλλοι·1, 2
22.381 εἰ δ’ άγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν·
22.382 ὄφρά κ’ έτι γνῶμεν Τρώων νόον , ὅν τιν’ ἔχουσιν·
22.383 ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος .
22.384 ἦε μένειν μεμάασι . καὶ Ἕκτορος οὐκέτ’ ἐόντος·
22.385 ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός·
msA, 22.88, commenting on 22.378 ὦ φίλοι Ἀργείων ἡγήτορες , ὅτι Ζηνοδοτ ἀντι τοῦτου πεποίηκεν Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν . οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπι ταύτης τῆς μάχης . ἀλλ επι τῆς σκηνῆς ἔτι τραυματίας ὦν ⁑
msA, 22.89, commenting on 22.379-22.384 ἐπειδὴ τὸνδ’ ἂρδρα ὅτι τὴν αιτίαν προτέταχεν ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ ἔδει δὲ οὕτως εἰ δ’ ἄγετ’ ἀμφι πο συν τευχεσι πειρηθῶμεν //ὄφρα// κ’ ἔτι γνῶμεν Τρώων νόον , ἠ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος , ἢ ἐμένειν μεμάασιν , ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν . ὁ δε Διονύσιος διστάζει μὴ προς τὴν ἀπόλειψιν τοῦ χρόνου παρασκευάζει γὰρ τὸ ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἴ̈κοντο· καὶ ἐπιτὸν ὃς βέβλητο τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων . ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ ⁑
msA, 22.90, commenting on 22.393 ᾐράμεθα μέγα κῦδος ἀθετοῦνται στίχοι δύο ὅτι παρα τὴν ἀξίαν Ἀχιλλεως οἱ λόγοι . αὐτὸς γὰρ ἦν ὁ λέγων ὄφρα καὶ Ἕκτωρ εἴσεται ῆ ρα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων
msA, 22.91, commenting on 22.396 ἀμφοτέρων μετ’ όπισθε ποδῶν ὅτι νῦν τένοντας εἶπεν τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης
msAext, 22.3, commenting on 22.380 ἔρδεσκεν
msAil, 22.40, commenting on 22.370@θηήσαντο εθαύμασαν
msAim, 22.35, commenting on 22.380 γράφεται ἔρδεσκεν ⁑