Manuscript msA, page 28v
prev: 28r | next: 29r |
2.213 ὅσρ’ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ῄδη
2.214 μάψ , ἀτὰρ οὐ κατα κόσμον ἐριζέμεναι βασιλεῦσιν :1
2.215 ἀλλ’ ὅ τι οἱ , εἴσαιτο , γελοίϊον Ἀργείοισιν 1, 2
2.216 ἔμμεναι : αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴ̈λιον ἦλθε :1
2.217 φολκὸς ἔην : χωλὸς δ’ ἕτερον πόδα : τὼ δέ οἱ ὤμω1, 2, 3, 4, 5
2.218 κυρτὼ , ἐπι στῆθος συνοχωκότε : αὐτὰρ ὕπερθε1
2.219 φοξὸς ἔην κεφαλὴν . ψεδνὴ δ’ ἐπενήνοθε λάχνη .1, 2, 3, 4, 5, 6, 7
2.220 ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἢδ’ Ὀδυσῆϊ :1, 2
2.221 τὼ γὰρ νεικείεσκε : τότ’ αὐτ’ Ἀγαμέμνονι δίῳ1
2.222 ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα : τῷ δ’ ἂρ Ἀχαιοὶ
2.223 ἐκπάγλως κοτέοντο : νεμέσσηθέν τ’ ἐνι θυμῷ :1
2.224 αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ :
2.225 Ἀτρείδη . τέο δ’ αῦτ’ ἐπιμέμφεαι ἠδὲ χατίζεις :1
2.226 πλεῖαί τοι χαλκοῦ κλισίαι : πολλαὶ δὲ γυναῖκες1
2.227 εἰσὶν ἐνι κλισίῃς ἐξαίρετοι , ἅς τοι Ἀχαιοὶ 1
2.228 πρωτίστῳ δίδομεν εὐτ’ ἂν πτολίεθρον ἕλωμεν :
2.229 ἠ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι : ὅν κέ τις οἴσει1
2.230 Τρώων ἱπποδάμων ἐξ Ἰ̈λίου υἷος ἄποινα .1
2.231 ὅν κεν ἐγὼ δήσας ἀγάγω ἠ ἄλλος Ἀχαιῶν .
2.232 ἠὲ γυναῖκα νέην . ἵνα μίσγεαι ἐν φιλότητι .1
2.233 ἥν τ’ αὐτὸς ἀπο νόσφι κατίσχεαι : οὐ μὲν ἔοικεν
2.234 ἀρχὸν ἐόντα . κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν :
2.235 ὦ πέπονες . κὰκ’ ἐλέγχε’ , Ἀχαιΐδες , οὐκέτ’ Ἀχαιοί :1
2.236 οἴκαδέ περ συν νηυσὶ . νεώμεθα : τόνδε δ’ ἐῶμεν .1
2.237 αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν , ὄφρα ἴ̈δηται1
msA, 2.374, commenting on 2.217 ‡χωλος δ’ έτερον πόδα· οἰκείως ἐπὶ δύο , ἠ τὸν ἀριστερὸν : τοῦτο δὲ προς τὸ γελωτοποιεῖν ἧττον γὰρ ἐγελᾶτο εἰ ἄμφω τῶ ποδε ⁑
msA, 2.375, commenting on 2.219 φοξὸς· φοξὸς εἵρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπο τοῦ φωτὸς ἀπωξυμμένων καθα φησι καὶ Σιμωνίδης αύτη δε φησι φοξίχειλος Ἀργείη κοίλιξ ἔνιοι δὲ κυρίως τὸν ἐπι τὰ φάη τοῦ τέστι τὰ ὄμματα ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν ἀμφοτέρων τὸ πρότερον ⁑
msA, 2.376, commenting on 2.219 ἐπενήνοθε· ἀπο τοῦ έθω ἐνέθω ήνοθα καὶ ἐπενήνοθα : ὅθεν καὶ ἕνωσις ἡ ἀπο τοῦ θέω ὑπερβιβασμὸς ἔθω ὡς ῥέω ἔρω ἐν συνθέσει ἐνέθω : ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα ⁑
msA, 2.377, commenting on 2.220 ἔχθιστος δ’ Ἀχιλῆϊ . ὅτι Ζηνοδοτος τοῦτον καὶ τοὺς μετ αυτὸν τρεῖς ἡθέτηκεν προς ὑπόθεσιν δέ τινα λέγονται επίτηδες γὰρ τούτων τῶν αγαθῶν ἐπεσβόλον παραγείοχεν : ἱστέον δὲ ὅτι Ἀχιλλεὺς αὐτον ἀναιρεῖ ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθ Ὅμηρον φησὶ γὰρ ὅτι ἐν τῇ Ἀμαζονομαχια ἀνελὼν ὁ Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασίλισσαν ὕστερον προσχὼν τὸ σῶμα αὐτης εὐπρεπὲς πάνυ εἰς ἔρωτα ἤλθεν τῆς προειρημενης βαρέως τὲ ἔφερεν ἐπι τῷ θανάτῳ αὐτῆς : ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης συνήθως ἐλοιδόρει . ἐφ ῷ ὀργισθεις ὁ ἤρως γρονθω παίσας αὐτὸν ἀναιρεῖ παραυτὰ τῶν οδοντῶν αὐτοῦ ἐνεχθεντων χαμαί ⁑
msA, 2.378, commenting on 2.221 τῷ γὰρ νεικείεσκε· κὰν ταῖς Ἀρισταρχου ἐκδόσεσιν δυϊκῶς εῖχε τὸ τῳ κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο ⁑
msA, 2.380, commenting on 2.225 Ἀτρειδη τέο δ’ αὐτ’· τοιαῦτα ἢν καὶ τὰ παρα Ἀχιλλέως ἀτὰρ ήν ποτε δασμος ΐκηται σοὶ τό γέρας πολὺ μεῖζον : τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν αγει ⁑
msA, 2.381, commenting on 2.226 πλειαί τοι χαλκοῦ κλισίαι· ὅτι Ζηνοδοτος γράφει πλεῖαι δὲ γυναικῶν καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν εν οῖς μάλιστα ὁ Θερσίτης γελοιοπ ⁑
msA, 2.382, commenting on 2.227 εἰσὶν ἐνὶ κλισίῃς ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν ἡ δὲ αιτία προείρηται ⁑
msA, 2.383, commenting on 2.231-2.234 ὄν κεν ἐγω δήσας ὅτι Ζηνοδοτος τοὺς τέσσαρας ἠθέτηκεν εν οῖς πάλιν ἐστι τὰ γελοιώτ ⁑
msA, 2.384, commenting on 2.235 ὧ πέπονες· ἡ μεν τελευταία τοῦ στίχου τελεία αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαί πέπονες . ἐλέγχεα : Ἀχαιΐδες . τὸ δὲ πεπον κοινὸν ὁ πέπων καὶ ἡ πέπων καὶ τὰ πεπονα γελωτα δὲ κινεῖ κάκ’ ἐλέγχεα καλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν Θερσίτης ‡
msA, 2.385, commenting on 2.237 γέρα πεσσέμεν· τὰ γέρα ὅ ἐστι τὰς τιμὰς κατέχειν ἡ μεταφορὰ ἀπο τῶν εν γαστρὶ σιτιων : καὶ γὰρ αὐτὰ ἀν μη κρατηθῇ τὸν ὡρισμένον χρόνον ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως οὐ πέπτεται ⁑
msA, 2.386, commenting on 2.220 ἔχθιστος δ’ Αχιλῆϊ : τοῦτο τὸ επος δηλοῖ , ὅτι εν τω πρώτω ζυγῶ τῶν αριστέων ἐτέτακτο μετ Ὀδυσσέως : ἄκρως δὲ υπογράφει τὸ μισοπόνηρον αὐτῶν , ὡς ουκ ηνείχοντο ἐπιγελᾶν ἀνων πονηρίᾳ : καὶ τὸ παροιμιῶδες : ζητεῖ τοι συνετὸς συνετὸν φίλον , αφρονα δὲ ἄφρων : τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος ⁑
msA, 2.387, commenting on 2.225-2.226 πλεῖαί τοι χαλκοῦ : τὸν ἀμετροεπῆ δεικνυσιν : ἃ γὰρ ἕδει ἐπι τῆς προτέρας ἐκκλησίας λέγεσθαι , ὅτε ελεγεν Ἀγαμέμνων ἀγέραστος ἔω , καὶ ῆσθαι δευόμενον , νῦν προβάλλεται : ἴσως τότε , τῶ πρὸς Αχιλλέα φθόνῳ νικώμενος ⁑
msA, 2.388, commenting on 2.236 οἴκαδε περ συν νηυσι : συν τῶ στόλῳ : κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου ἐφ όπερ ὁρμήσαντες κατεσχέθησαν : καὶ τὸ φευγωμεν , ἰάσατο ⁑
msAil, 2.397, commenting on 2.214 καὶ οὐ κατα λόγον καὶ τάξιν τοῖς βασιλεύσι φιλονεικεῖν
msAil, 2.398, commenting on 2.215 εφαίνετο
msAil, 2.399, commenting on 2.216 αισχρότατος
msAil, 2.400, commenting on 2.217 στραβος
msAil, 2.401, commenting on 2.217 τον ένα
msAil, 2.402, commenting on 2.218 συμπεπτωκότε
msAil, 2.403, commenting on 2.219 οξυκέφαλος
msAil, 2.406, commenting on 2.230 αντὶ ὑιοῦ
msAim, 2.389, commenting on 2.215 εἴσαιτο : ευκτικὸν αντὶ ὁριστικοῦ τοῦ ἐδόκει : ὡς τὸ καὶ νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης
msAim, 2.390, commenting on 2.217 ὅτι ἅπαξ εἴρηται εστι δὲ φολκος ὁ τὰ φάη εἰλκυσμένος ὅ εστιν εστραμμένος ⁑
msAim, 2.392, commenting on 2.223 ὁ τὲ σύνδ ἐγκλιτικὸς ὦν τὴν προ εαυτοῦ συλλα ὀξύνει ⁑
msAim, 2.393, commenting on 2.232 αντὶ γυναικός
msAint, 2.394, commenting on 2.217 φολκὸς : ὡς ἀνδριαντοπλάστης , ἀπὸ τοῦ καλλιστου ἄρχεται ὡς ὄμματα καὶ κεφαλήν : κάρη κομόωντες ⁑
msAint, 2.395, commenting on 2.219 ψεδνή : πιθανῶς : ὁπως μη λανθάνη τὸ φοξὸν τῆ κόμη καλυπτόμενον ⁑
msAint, 2.396, commenting on 2.229 ὅτι περισσὸς ὁ και ⁑