Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 290r

Manuscript msA, page 290r

image

prev: 289v next: 290v

Iliad text

22.386 κεῖται παρ νήεσσι , νέκυς ἄκλαυτος . ἄθαπτος .image

22.387 Πάτροκλος . τοῦ δ’ οὐκ ἐπιλήσομαι . ὄφρ’ ὰν ἔγωγεimage

22.388 ζωοῖσιν μετέω . καί μοι φίλα γούνατ’ ὀρώρῃ·image1

22.389 εἰ δὲ θανόντων περ καταλήθοντ’ , εἰν Ἀΐδαο ·image

22.390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου·image

22.391 νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν .image

22.392 νηυσὶν ἐπὶ γλαφυρῇσι , νεώμεθα· τόνδε δ’ ἄγωμεν·image

22.393 ῃράμεθα μέγα κῦδος . ἐπέφνομεν Ἕκτορα δῖον .image1

22.394 ᾧ Τρῶες κατὰ ἄστυ , θεῷ ὡς εὐχετόωντο·image

22.395 ῆ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα·image

22.396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντεimage1

22.397 ἐς σφυρὸν ἐκ πτέρνης . βοέους δ’ ἐξῆπτεν ϊμάντας·image

22.398 ἐκ δίφροιο δ’ ἔδησε· κάρη δ’ ἕλκεσθαι ἔασεν·image1

22.399 ἐς δίφρον δ’ ἀναβὰς . ἀνά τε κλυτὰ τεύχε’ ἀείρας .image

22.400 μάστιξέν ῥ’ ἐλάαν . τὼ δ’ οὐκ ἄκοντε πετέσθην·image

22.401 τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος· ἀμφὶ δὲ χαῖταιimage

22.402 κυάνεαι πίλναντο· κάρη δ’ ἅπαν ἐν κονίῃσιimage1

22.403 κεῖτο . πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσιimage1

22.404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ·image

22.405 ὡς τοῦ , μὲν κεκόνιτο κάρη ἅπαν· ἡ δέ νυ μηρimage

22.406 τίλλε κόμην· ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρηνimage

22.407 τηλόσε . κώκυσεν δὲ μάλα μέγα . παῖδ’ ἐς ϊδοῦσαimage

22.408 ᾤμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος . ἀμφι δὲ λαοὶimage

22.409 κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ·image

22.410 τῷ δε μάλιστ’ ὰρ’ έην ἐναλίγκιον . ὡς εὶ ἅπασαimage1

Scholia text

msA, 22.92, commenting on 22.398 ἐκ δίφροιο δ’ ἔδησε , δια τί Ἀχιλλεύς θανόντα σύρει τὸν Ἕκτορα καὶ λέγομεν οὐ δι’ ωμότητα ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ εσύλησεν ἀλλα συν αυτοῖς τοῖς ὅπλοις ἔθαψεν . ἀλλ ὅτι πρότερος ὁ Ἔκτωρ εἱς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα οἷα καὶ λέγει περι αυτοῦ κεγαλὴν δε θυμὸς ἄνωγε πῆξαι ἐπι σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ὑπο δειρῆσ παρανομοῦσι δὲ οὐχ οἱ αμυνόμενοι , ἀλλ οἱ ἄρξαντες· ὁ δὲ Καλλίμαχος φησὶν ὅτι Θεταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περι τοὺς τῶν φονευθέντων τάφους . Σίμων γάρ φησι τοῦτον εξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἔλκειν καὶ τὸν Ἀχιλλέα  ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι ⁑image

msA, 22.93, commenting on 22.410 ὡσει άπασα τινὲς περιέργως δια μόνου τοῦ  ϊ  γράφοντες ἀποδιδόασιν ὡς αυτῆ ἅπασα . οὐκ οῖδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ϊ οὔτε τὴν σφείς ἔστιν οὖν ὅμοιον τῷ ἐν · σοὶ μὲν νοστήσαντι διοτρεφὲς ὧδε χωρῆσαι , ὡς ει τ’ εἰς Ϊθάκην ἀφικοίτο ⁑image

msA, 22.94, commenting on 22.411 ‡ σμύχοιτο : καταφλέγοιτο· ὁ δὲ λόγος . τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπο πυρὸς κατφλεγομένης ·image

msA, 22.95, commenting on 22.416 κηδόμενοι περ , οὕτως πληθυντικὼς αἱ Ἀρισταρχ καίπερ ὀδυνώμενοι καὶ αὐτοί ⁑image

msAil, 22.41, commenting on 22.400ἄκοντε πετέσθην αντ τοῦ βουλήμενοιimage

msAim, 22.36, commenting on 22.388 οτ ζωὸς ἐν Αργείοισι φιλοπτολέμοισι μετείω ⁑image

msAim, 22.37, commenting on 22.402 ἔν τισι πιμπλανται ⁑image

msAint, 22.27, commenting on 22.403 ἐν αλλω τερπικεραυνος ⁑image