Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 290v

Manuscript msA, page 290v

image

prev: 290r next: 291r

Iliad text

22.411 Ἴ̈λιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ άκρης·image1, 2, 3

22.412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα·image

22.413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων·image

22.414 πάντας δ’ ἐλλιτάνευε κυλινδόμενος κατα κόπρον·image

22.415 ἐξονομακλήδην . ὀνομάζων ἄνδρα ἕκαστον·image

22.416 σχέσθε φίλοι . καί μ’ οἶον ἐάσατε κηδόμενόν περimage1, 2

22.417 ἐξελθόντα πόληος ἱ̈κέσθ’ ἐπι νῆας Ἀχαιῶν ·image

22.418 λίσσωμ’ ἀνέρα τοῦτον . ἀτάσθαλον , ὀβριμοεργόν ,image

22.419 ἤ’ν πως ἡλικίην αἰδέσσεται· ἠδ’ ἐλεήσῃimage

22.420 γῆρᾰς· καὶ δέ νυ· τῷ γε πατὴρ τοιόσδε τέτυκταιimage

22.421 Πηλεὺς . ὅς μιν ἔτικτε· καὶ ἔτρεφε πῆμα γενέσθαιimage

22.422 Τρωσὶ , μάλιστα δ’ εμοὶ περὶ πάντων ἄλγε’ ἔθηκε·image

22.423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·image

22.424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ .image

22.425 ὡς ἑνός , οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω ,image

22.426 Ἕκτορος . ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·image

22.427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε ,image

22.428 μήτηρ θ’ ἥ μιν ἔτικτε , δυσάμμορος . ἠδ’ ἐγὼ αὐτός·image1

22.429 ὣς ἔφατο κλαίων· ἐπὶ δὲ στενάχοντο πολῖται·image1

22.430 Τρῳῇσιν δ’ Ἑκάβη · αδινοῦ ἐξῆρχε γόοιο·image

22.431 τέκνον . ἐγὼ δειλὴ τί νυ βείομαι αἰνὰ παθοῦσα·image1, 2, 3

22.432 σεῦ ἀποτεθνηῶτος ἀποτεθνειῶτος . ὅ μοι νύκτάς τε καὶ ῆμαρimage

22.433 εὐχωλὴ κατὰ ἄστυ πελέσκετο . πᾶσί τ’ όνειαρimage1

22.434 Τρωσί τε καὶ Τρῳῇσι κατα πτόλιν : οἵ σε θεὸν ὣςimage1

22.435 δειδέχατ’· ῆ γὰρ κέ σφι μάλα μέγα κῦδος έῃσθαimage

Scholia text

msA, 22.96, commenting on 22.428 δυσάμμορος· τὸ  δυσάμμορος  ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι βέλτιον δὲ ἴσως τοῖς ἑξῆς ⁑image

msA, 22.97, commenting on 22.431 τέκνον ἐγω δειλὴ . στικτέον καὶ μετὰ τὸ  τέκνον  καὶ μετα τὸ  δειλὴ  βέλτιον δέ ἐστι συνάπτειν μετὰ τὸ τέκνον παντ ἵν’ ᾖ τὸ ἑξῆς τί νυ βείομαι εγὼ δειλη αἰνὰ παθοῦσα ⁑image

msA, 22.98, commenting on 22.433 εὐχωλὴ κατα άστυ πελέσκετο . καθ εκάστην οὖν ἡμέραν φησὶν ὡς θεῷ σωτῆρι σοι ηὔχοντο· καὶ ὁ ζῶν ἰσόθεος . νῦν οὐδὲ νεκρὸς εὐτυχής ⁑image

msA, 22.99, commenting on 22.434 κατα πτόλιν οἵ σε θέον· ἐμοὶ μέν φησι δόξα τοῖς δε πολίταις ὄφελος ⁑image

msA, 22.100, commenting on 22.431 τέκνον ἐγὼ δειλὴ τί νυ βείομαι· ἀντι τοῦ ἐς τί ἔτι βιώσω ὅ ἑστι ζήσω· πῶς Ἑκάβη μὲν οὐ πίπτει , Ἀνδρομάχῃ τοῦτο πάσχει· ῥητεόν οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ· κατολίγον . καὶ ἐκ προσαγωγῆς δεξαμένη τὸ πάθος οὐκ ηττήθη τῷ κακῷ τοσοῦτο Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν ⁑image

msA, 22.101, commenting on 22.440 ἀλλ’ ἥ γ’ ἱ̈στὸν ὕφαινε . ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχῃ ἐν τοσούτω θορύβῳ κατ οῖκον ἀτρεμοῦσα καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα , ἔοικεν οὖν φησὶν ὁ Ἀρίσταρχ προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης προσώπω κατα τὴν προς Έκτορος κοινολογίαν ἀπεσχίσθαι νῦν τοῦ προσώπου ⁑image

msA, 22.102, commenting on 22.441 θρόνα· τὰ βαπτὰ ἔρια κατα μετουσίαν ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα ⁑image

msAim, 22.38, commenting on 22.411 οτ θηλυκῶς ἡ Ί̈λιοςimage

msAim, 22.39, commenting on 22.416 Ἀρισταρχ πληθυντικῶς  κηδομενοί περimage

msAim, 22.40, commenting on 22.431 Ἀρισταρχ δια τοῦ η   βήομαι · βηώσομαιimage

msAint, 22.28, commenting on 22.411 ουτ Αριστ   ἐμαίχοιτ ⁑image

msAint, 22.29, commenting on 22.429 γράφεται γέροντες ⁑image