Manuscript msA, page 291r
| prev: 290v | next: 291v |
22.436 ζωὸς ἐὼν . νῦν , αὖ θάνατος καὶ μοῖρα κιχάνει·
22.437 ὡς ἔφατο κλαίουσ’· ἄλοχος δ’ οὔ πω τι πέπυστο
22.438 Ἕκτορος · οὐ γὰρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
22.439 ἤγγειλ’ . ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων·
22.440 ἂλλ’ ἥ γ’ ϊστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο .1
22.441 δίπλακα πορφυρέην . ἒν δὲ θρόνα ποικίλ’ ἔπασσε·1, 2
22.442 κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατα δῶμα
22.443 ἀμφι πυρὶ στῆσαι τρίποδα μέγαν· ὄφρα πέλοιτο
22.444 Ἕκτορι θερμὰ λοετρὰ ἔ́κ νοστήσαντι μά́χης
22.445 νηπίη· οὐδ’ ἐνόησεν . ὅ μιν μάλα τῆλε λοετρῶν .1
22.446 χερσὶν Ἀχιλλῆος δάμασσε γλαυκῶπις Ἀθήνη ·
22.447 κωκυτοῦ δ’ ἤκουσσε καὶ οἰμωγῆς ἀπὸ πύργου·1
22.448 τῆς δ’ ἐλελίχθη γυῖα· χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
22.449 ἡ δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
22.450 δεῦτε δύω μοι ἕπεσθον· ί̈δωμ’ ὅτιν’ ἔργα τέτυκται·
22.451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον . ἐν δέ μοι αὐτῇ
22.452 στήθεσι πάλλεται ῆτορ ἀνα στόμα· νέρθε δὲ γοῦνα
22.453 πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν·
22.454 αἲ γὰρ ἀπ’ ούατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ’ αἰνῶς
22.455 δείδω . μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
22.456 μοῦνον ἀποτμήξας πόλιος . πεδίον δὲ δίηται·
22.457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς ,
22.458 ἥ μιν ἔχεσκ’ , ἐπεὶ οὔ ποτ’ ἐνι πληθύϊ μέν’ ἀνδρῶν·
22.459 ἀλλα πολὺ προθέεσκε . τὸ ὃν , μένος οὐδενὶ εἴκων·
22.460 ὡς φαμένη . μεγάροιο διέσσυτο μαινάδι ἴ̈σῃ·
msA, 22.103, commenting on 22.441 ποικίλ’ έπασσεν· πάσσειν Κύπριοι τὸ ποικίλλειν ἀφ οῦ παστὸς ὁ θάλαμος ⁑
msA, 22.104, commenting on 22.447 κωκυτοῦ δ’ ήκουσεν . ἀντι τοῦ θρήνου ήκουσεν ἐζήτηται δὲ πῶς τοσοῦτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν . φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ εν τῆ Ζ σωφρονεῖν αὐτὴν ἀναγκάζει ⁑
msA, 22.105, commenting on 22.445-22.449 ἡδ’ αῦτις δμωῇσι αὔξει τὸ πάθ , τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τί τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς τὸ νηπίη οὐδ’ ἐνόησεν ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς ⁑
msA, 22.106, commenting on 22.468 τῆλε δ’ ἀπο κρατὸς . ὅτι βελτιον ἂν ἢν ἡ διάθεσις εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπι τῆς κεφαλῆς ἀπέβαλεν ἀλλ’ ὕστερον ὅτε ἀναπινύγκεταί τε καὶ ἑαυτὴν ἀναλαμβάνει ἵν’ ᾖ οὕτως . ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸν ἀγέρθη ἀμβλήδην γοόωσα τῆλε δ’ ἀπο κρατὸς χέε δέσματα ⁑
msA, 22.107, commenting on 22.470 κρήδεμνόν θ’ . ἐκ πλήρους ὁ τε σύνδεσμος· κρήδεμνόν τε οὕτως ἅπασαι ⁑
msAil, 22.42, commenting on 22.4410@θρόνα ποικίλ’ ἔπασσεν ανθ ποικίλα ἐξ ὣν βάπτουσι
msAint, 22.30, commenting on 22.445 καθ’ εαυτο τὸ νιπίη