Manuscript msA, page 291v
| prev: 291r | next: 292r |
22.461 παλλομένη κραδίην ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ·
22.462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ΐξεν ὅμιλον .
22.463 έστη παπτήνασ’ ἐπὶ τείχεϊ . τόνδ’ ἐνόησεν
22.464 ἑλκόμενον , πρόσθεν πόλιος . ταχέες δέ μιν ἵπποι
22.465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν ·
22.466 τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε·
22.467 ἤριπε δ’ ἐξοπίσω . ἀπο δὲ ψυχὴν ἐκάπυσσε·
22.468 τῆλε δ’ ἀπο κρατὸς , χέε δέσματα , σιγαλόεντα·1, 2
22.469 ἄμπυκα· κεκρύφαλόν τε , ἰ̈δὲ πλεκτὴν ἀναδέσμην·1
22.470 κρήδεμνόν θ’ . ὅ , ῥά οἱ , δῶκε χρυσῆ Ἀφροδίτη1
22.471 ἤματι τῷ , ὅτε μιν κορυθαιόλος ἠγάγεθ’ Ἕκτωρ
22.472 ἐκ δόμου Ἠετίωνος . ἐπεὶ πόρε μυρία ἕδνα·
22.473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνάτερες ἅλις έσταν·1, 2, 3, 4
22.474 αἵ , ἑ , μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι·1
22.475 ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο . καὶ ἐς φρένα θυμὸς ἀγέρθη·1
22.476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
22.477 Ἕκτορ . ἐγὼ δύστηνος . ἰ̈ῇ ἄρα γεινόμεθ’ αἴσῃ1
22.478 ἀμφότεροι· σὺ μὲν ἐν Τροίῃ . Πριάμου κατὰ δῶμα·1
22.479 αὐτὰρ ἐγὼ Θήβησιν . ὑπο Πλάκῳ ὑληέσσῃ·
22.480 ἐν δόμῳ Ἠετίωνος . ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν1
22.481 δύσμορος αἰνόμορον . ὡς μὴ ὤφελλε τεκέσθαι·1, 2
22.482 νῦν δὲ . σὺ μέν ρ’ Ἀΐδᾱο δόμους . ὑπο κεύθεσι γαίης
22.483 ἔρχεαι· αὐτὰρ ἐμὲ στυγερῷ ἐνι πένθεϊ λείπεις
22.484 χήρην ἐν μεγάροισι . πάϊς δ’ έτι νήπιος αὕτως .1, 2
22.485 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
msA, 22.108, commenting on 22.473 ἀμφι δέ μιν γαλόῳ τε· προ τέλους ἡ ὀξεῖα . αἱ γὰρ εἰς ω λήγουσαι δοτικαὶ βαρύνονοι συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις συνεμπίπτουσι π καὶ κατα τὸν τόνον τῷ λιπόνεῳ οἱ λιπόνεῳ ⁑
msA, 22.109, commenting on 22.473 γαλόῳ οὕτως τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαι· εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες προς ἀλλήλας ⁑
msA, 22.110, commenting on 22.473 εἰνάτερες : ὡς Δημήτερες . οὕτως πάντες καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ ουτ ἔχοντ ὡς ἐδείχθη
msA, 22.111, commenting on 22.469-22.470 ἄμπυξ· ἀρσενικῶς τὸ διάδημα πρὸς ἀνάδεσιν τῶν κομῶν ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπο τοῦτων παρήγοντο καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδείσθαι· καὶ χρυσάμπυκες ἵπποι δια τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν παρα τὸ ἀμπέχειν· ἀναδέσμη δὲ λέγεται σειρὰ ἣν περι τοὺς κροτάφους ἀναδοῦνται· καλεῖται δὲ ὑπ’ ενίων καλαυδάκη . κρήδεμνον δὲ πάλιν τὸ μαφόριον , σχομένη κρήδεμνα ⁑
msA, 22.112, commenting on 22.474 αἵ ἑ μετα σφίσιν : ὀρθοτονητέον τὴν σφίσιν εἰς γὰρ σύνθετον ἡ μετάληψις· ἔφαμεν δὲ ὡς οὐναστρέφει τὰ τοῦ λόγου ⁑
msA, 22.113, commenting on 22.475 ἡ δ’ ἐπεὶ οῦν ἄμπνυτο . δια τοῦ ε Ἀρίσταρχος ἔμπνυτο ἔμπνους ἐγένετο· καὶ ἐπι τοῦ Σαρπηδόνος αὖτις δ’ ἐμπνύνθη ⁑
msA, 22.114, commenting on 22.477 Ἕκτορ ἐγὼ δύστηνος· στικτέον μετα τὸ Ἕκτωρ καὶ μετα τὸ δύστηνος ⁑
msA, 22.115, commenting on 22.481 δύσμορος αἱνόμορον : οὕτως αἰνόμορον · ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι αἰνόμορον δὲ τὴν Ἀνδρομάχην ⁑
msA, 22.116, commenting on 22.484 χήρην ἐν μεγάροισι βραχὺ διασταλτέον μετα τὸ αύτως γελοῖοι γὰρ οἱ τοῖς ἑξῆς αὐτῷ συνάπτοντες ⁑
msA, 22.117, commenting on 22.484 αὕτως ὃν τέκομεν . ἵν’ ᾖ ὃν μάτην ἐγεννήσαμεν· τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως . οἷον νηπιός εστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν ⁑
msA, 22.118, commenting on 22.487-22.499 ‡ ἦν γὰρ δὴ πόλεμόν γε φύγῃ : ἀπο τούτου ἕως τοῦ δακρυόεις δέ τ’ ἄνεισι ἀθετοῦνται στίχοι δεκατρεῖς . ὅτι ἀδιάθετοι . τὸ γὰρ περιέρχεσθαι τὸν Ἄστυἄνακτα καὶ τὸν φίλον τοῦ πρσ . τὸν μὲν χλαίνης ἐρύο τὸν δὲ χιτῶνος ἵνα βρόγχον πίῃ Πριαμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομαχ ἄτοπον· δια τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας κατα τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἄστυἄνακτος ὄντος ὅλως δὲ οὐδ’ ἔστιν ἴδιον τοῦ περι τὸν Ἄστυἄνακτα οἴκτου . ἀλλα κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα . βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· οὔτε σὺ τούτῳ ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες , οὔτε σοὶ ουτ Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ ⁑
msA, 22.119, commenting on 22.490 ῆμαρ δ’ ὀρφανικὸν , τὸ τῆς ὀρφανιας ῆμαρ τῶν ἀμφιλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα· ἔνιοι δὲ διεσταλμένως πᾶν εἶτα ἀφήλικα ἵν ἦ πᾶν ῆμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν ὅ ἐστιν ἐκτὸς τῶν ηλικιωτῶν ⁑
msAim, 22.41, commenting on 22.468 ἀρισταρχ βάλε δέσματ αἱ δε κοιναὶ χέε ⁑
msAim, 22.42, commenting on 22.478 αἳ κοινότερα Πριαμου ενι οίκω
msAim, 22.43, commenting on 22.481 ουτ αινόμορον ⁑
msAint, 22.31, commenting on 22.469 παρα τοῖς νεωτέροις ἐκτείνετ τὸ υ τοῦ κεκρυφαλον ⁑
msAint, 22.32, commenting on 22.473 γράφεται άλις ῆσαν ⁑
msAint, 22.33, commenting on 22.480 οτ αντ τοῦ τυτθήν καὶ ὅτι τὸ ο αντ τοῦ ὃς