Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 292r

Manuscript msA, page 292r

image

prev: 291v next: 292v

Iliad text

22.486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες , οὔτε σοὶ οὗτος·image

22.487 ἢ’ν γὰρ δὴ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν .image1

22.488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε’ ὀπίσσωimage1

22.489 ἔσσοντ’ . ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας·image1

22.490 ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·image1, 2

22.491 πάντα δ’ ὑπεμνήμυκε . δεδάκρυνται δὲ παρειαί·image1, 2, 3, 4

22.492 δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους .image1, 2

22.493 ἄλλον μὲν χλαίνης ἐρύων . ἄλλον δὲ χιτῶνος .image

22.494 τῶν δ’ ἐλεησάντων . κοτύλην τις τυτθὸν ἐπέσχε·image1

22.495 χείλεα μέν τ’ ἐδίην’ . ὑπερώην δ’ οὐκ ἐδίηνε·image1, 2

22.496 τὸν δὲ καὶ ἀμφιθαλῆς ἐκ δαιτύος ἐστυφέλιξεimage1

22.497 χερσὶν πεπληγὼν . καὶ ὀνειδείοισιν ἐνίσσων·image1

22.498 ἔρρ’ οὕτως . οὐ , σός γε πατὴρ μετὰ δαίνυται ἡμῖν·image

22.499 δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρηνimage

22.500 Ἀστυάναξ · ὃς , πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸςimage

22.501 μυελὸν οἶον ἔδεσκε , καὶ οἰῶν πίονα δημόν·image

22.502 αὐτὰρ ὅθ’ ὕπνος ἕλοι . παύσαιτό τε νηπιαχεύων·image1

22.503 εὕδεσκ’ ἐν λέκτροισιν . ἐν ἀγκαλίδεσσι τιθήνης·image1

22.504 εὐνῇ ἐνι μαλακῇ . θαλέων ἐμπλησάμενος κῆρ·image

22.505 νῦν δ’ ἂν πολλὰ πάθῃσι . φίλου ἀπο πατρὸς ἁμαρτὼνimage1

22.506 Ἀστυάναξ . ὃν , Τρῶες ἐπίκλησιν καλέουσιν·image

22.507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά·image

22.508 νῦν δὲ σὲ μὲν παρα νηυσὶ κορωνίσι , νόσφι τοκήων .image

22.509 αἰόλαι εὐλαὶ ἔδονται ἐπεί κε κύνες κορέσωνται·image

22.510 γυμνὸν· ἀτάρ τοι είματ’ ἐνι μεγάροισι κέονταιimage

Scholia text

msA, 22.120, commenting on 22.491 πάντα δ’ ὑπεμνήμυκε : πάντα αὐτῷ καταπέπτωκε κέκλιται παρα τὸ ἠμύω ἐμήμυκε καὶ περισσὸν τὸ  ν . ἠ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν ⁑image

msA, 22.121, commenting on 22.491 ὑπεμνήμυκε . καταμέμυκε κατεστύγνακε . κάτω βλέπει· ὁ δὲ Ἀρίσταρχος ἐπι τοῦ κατανένευκε ἐκδέχεται· οἱ δὲ ἀντι τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός ⁑image

msA, 22.122, commenting on 22.492 δευόμενος δέ τ’ ἄνεισι· ὅτι ἀντι τοῦ πρὸς πατρὸς ἑταίρους ὡς εἰς Ἀγαμέμνονα δῖον ⁑image

msA, 22.123, commenting on 22.494 τῶν δ’ ἐλεησάντω  κοτύλην τίς : ὅτι εἶδος ποτηρίου ἡ κοτύλη καὶ λέγεται ἀρσενικῶς κότυλος καὶ ἐν πύρνον καὶ κοτύλην ὁμωνυμως τὸ αγγειον τῶ ὑγρῷ ⁑image

msA, 22.124, commenting on 22.502 νηπιαχεύων· παραγωγόν ἐστι τὸ ῥῆμα παρα τὸ νηπίαχος νηπιαχέυω ὡς ἵππος ἱππεύω ⁑image

msA, 22.125, commenting on 22.503 ἀγκαλίδεσσι· ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον .  ἠ ὡς τῆς τροφοῦ συγκυμωμενης αὐτῷ· ἐμείωσε δὲ τὴν λέξιν ὁμοιως τῆ βραχύτητ · τοῦ παιδος ⁑image

msAil, 22.43, commenting on 22.490@παναφήλικα πάντων έρημον τῶν ηλικιωτῶνimage

msAil, 22.44, commenting on 22.491@ὑπεμνήμυκε κατεστύγηακε κάτω βλεπ ⁑image

msAil, 22.45, commenting on 22.492@δευόμενος ενδεὴς ὼνimage

msAil, 22.46, commenting on 22.495@ἐδίην’ εβρεξεimage

msAil, 22.47, commenting on 22.495@ὑπερώην τὸν οὐρανίσκονimage

msAim, 22.44, commenting on 22.488 ἐν αλλω αλλ ήτοι τούτῳimage

msAim, 22.45, commenting on 22.489 οτ κυριως νῦν ἀφοριουντimage

msAim, 22.46, commenting on 22.491 αριστ ουδετερως παρεία ⁑image

msAim, 22.47, commenting on 22.497 οτ αντ τοῦ πλήσσω ⁑image

msAim, 22.48, commenting on 22.505 οτ αντ τοῦ πάθοι αν προς τὸ ἰχθὺς ὥς κε φάγῃσιimage

msAint, 22.34, commenting on 22.487 γραφεται ἢν περ γὰρimage

msAint, 22.35, commenting on 22.496 οτ ἀπαξ αμφιθαλής ⁑image