Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 292v

Manuscript msA, page 292v

image

prev: 292r next: 293r

Iliad text

22.511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶνimage

22.512 ἂλλ’ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ·image

22.513 οὐδὲν σοί γ’ ὄφελος . ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς .image1

22.514 ἀλλὰ προς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι·image

22.515 ὡς ἔφατο κλαίουσ’ . ἐπὶ δὲ στενάχοντο γυναῖκες·image

23.1 ὡς οἱ μὲν στενάχοντο κατα πτόλιν· αὐτὰρ Ἀχαιοὶ .image1, 2

23.2 ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ῾ΐκοντο .image1

23.3 οἱ μὲν ὰρ ἐσκίδναντο ἑὴν ἐπι νῆα ἕκαστος·image

23.4 Μυρμιδόνας δ’ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς ·image1

23.5 ἀλλ’ ὅ γε , οἷς , ἑτάροισι φιλοπτολέμοισι μετηύδα·image

23.6 Μυρμιδόνες ταχύπωλοι , ἐμοὶ ἐρίηρες ἑταῖροι .image

23.7 μὴ δή πω ὑπ’ όχεσφι λυώμεθα μώνυχας ἵππους·image1

23.8 ἂλλ̓ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν άσσον ϊόντες .image

23.9 Πάτροκλον κλαίωμεν . ὃ γὰρ γέρας ἐστὶ θανόντων·image1

23.10 αὐτὰρ ἐπεί κ’ ὀλοοῖο τεταρπώμεθα γόοιο .image

23.11 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες·image

Scholia text

msA, 23.100, commenting on 23.1 ὡς οἱ μὲν στενάχοντο ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν οὐκ ὰν οὕτως ἔλεγεν στενάχοντο ἀλλ ὥσπερ ἀπο τοῦ φέρον ἐφέροντ . οὕτως ἀπο τοῦ στενάχων στενάχοντο λέγειimage

msA, 23.101, commenting on 23.1 κατα πτόλιν πτόλιν , Κυπρίων τὸν ἐν Σαλαμϊ῀νι ἡ λέξις·κεῖται δὲ καὶ παρα κωμικῷ ἐν Σωσίππῳ .image

msA, 23.102, commenting on 23.2 νῆάς τε τὸν τόπον ἐνταῦθα τῶν νηῶν λέγειimage

msA, 23.103, commenting on 23.4 ἀποσκίδνασθαι ἀφ’ ἑαυτοῦ χωρίζεσθαι· ἠ παρέλκει ἡ ἀπο ὡς ἐν τῷ ἀπητίμασεν . ἠ ἐγκλίνεταιimage

msAim, 22.49, commenting on 22.513 οὐκ εντάφῃσι ·image