Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 293r

Manuscript msA, page 293r

image

prev: 292v next: 293v

Iliad text

23.12 ὡς ἔφαθ’ . οἱ δ’ ᾤμωξαν ἀολλέες . ἦρχε δ’ Ἀχιλλεύς ·image

23.13 οἱ δὲ τρὶς περι νεκρὸν ἐΰτριχας ἤλασαν ἵππουςimage

23.14 μυρόμενοι , μετα δέ σφι Θέτις . γόου ῾ΐμερον ὦρσε·image

23.15 δεύοντο ψάμαθοι . δεύοντο δὲ τεύχεα . φωτῶνimage1

23.16 δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο·image1

23.17 τοῖσι δὲ Πηλείδης αδινοῦ ἐξῆρχε γόοιο .image

23.18 χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·image1, 2

23.19 χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Αΐδαο δόμοισι·image1

23.20 πάντα γὰρ ήδη τοι τελέω . τὰ πάροιθεν ὑπέστην .image

23.21 Ἕκτορα δεῦρ’ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι·image

23.22 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσεινimage

23.23 Τρώων ἀγλαὰ τέκνα· σέθεν κταμένοιο χολωθείς·image

23.24 ῆ ῥα . καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα .image

23.25 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσαςimage

23.26 ἐν κονίῃς . οἱ δ’ ἔντε’ ἀφωπλίζοντο ἕκαστοςimage1

23.27 χάλκεα· μαρμαίροντα . λύον δ’ ὑψηχέας ἵππους·image1

23.28 καδ δ’ ΐζον παρα νηῒ ποδώκεος Αἰακίδαοimage

23.29 μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ·image1, 2

23.30 πολλοὶ μὲν βόες ἀργοὶ . ὀρέχθεον ἀμφι σιδήρῳimage1, 2

23.31 σφαζόμενοι· πολλοὶ δ’ ὄϊες . καὶ μηκάδες αἶγες .image

23.32 πολλοὶ δ’ ἀργιόδοντες ὕες . θαλέθοντες ἀλοιφῇ .image

23.33 ευόμενοι τανύοντο δια φλογὸς Ἡφαίστοιο ·image

23.34 πάντῃ δ’ ἀμφι νέκυν κοτυλήῤυτον ἔρρεεν αἷμα·image

23.35 αὐτὰρ τόνγε ἄνακτα ποδώκεα Πηλείωνα .image

23.36 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν .image1

Scholia text

msA, 23.200, commenting on 23.15 δεύοντο ψάμαθοι· ἐπι τὸ τεύχεά τνες διαστέλλειν ἀξιοῦσι τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα . ἡ διπλῆ δὲ ὅτι ὡς σπάρτα λέλυνταιimage

msA, 23.201, commenting on 23.16 δάκρυσι τοῖον γὰρ . ὅτι αὐξητικῶς τὸ τοῖον οὑχ ὡς οἱ γλωσσόγραφοι ἀξιοῦσιν ἀγαθὸνimage

msA, 23.202, commenting on 23.18 χεῖρας ἐπ ανδροφόνους· πρὸς τὸ ἀμφίβολον πότερον τὰς ἐαυτοῦ χεῖρας ἐις τὰ τοῦ Πατρόκλου στήθη . ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰς ἑαυτοῦimage

msA, 23.203, commenting on 23.19 χαιρε μοι ὦ Πάτροκλε οἴκτου κινητικὸν ἡ προς νεκροὺς ὁμιλίαι· κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεὺς καὶ ἔοικεν αειδές τι τὸν θάνατον ὑπειληφέναι . τοῦτο γ οῦν ἐν ἑπερβολῇ φησὶν . καὶ εἰ Ἀϊδαο δόμοισιν ὢν ὅμως χαῖρε . οἷον ἐι έστι παραμυθίαι καὶ χαρα . ἐν τοῖς τετελευτηκόσι , τοῦτο δέχου παρ ημῶνimage

msA, 23.204, commenting on 23.29 μύριοι ατὰρ ὃ τοῖσιν ὅτι τάφον τὸ δεῖπνον τὸ περι τὴν ταφὴν γινόμενονimage

msA, 23.205, commenting on 23.29 πάντη δ’ ἀμφι νέκυν . ὅτι ψιλῶς προενεκτέον κοτυλή ρυτὸν οὐ γὰρ ἀπο τῆς ῥύσεως . αλλ απο τοῦ ἀρύσαι κοτύλη δὲ εἶδος ποτηρίου κοίλου . Ἀρίσταρχος πολὺ ὥστε κοτύλῃ ἀρύσασθαιimage

msAil, 23.212, commenting on 23.30 νῦν ἀδάμαστοιimage

msAil, 23.213, commenting on 23.30 ἐστέναζον ἐμυκῶντοimage

msAim, 23.250, commenting on 23.26 γράφεται ἕκαστοιimage

msAint, 23.206, commenting on 23.18 ουτ Ἀρίσταρχ σὺν τῷ σ ἐπ ανδροφόνουσimage

msAint, 23.207, commenting on 23.27 γράφεται λύοντο δὲ μώνυχασ ἵππουσimage

msAint, 23.208, commenting on 23.36 ση οτ τῇ εἰς ἐπὶ ἐμψύχων ώφειλεν γὰρ τὴν προσimage