Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 293v

Manuscript msA, page 293v

image

prev: 293r next: 294r

Iliad text

23.37 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ·image1

23.38 οἱ δ’ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ΐξον ϊόντεςimage

23.39 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν .image1

23.40 ἀμφι πυρὶ , στῆσαι τρίποδα μέγαν . εἰ πεπίθοιενimage

23.41 Πηλείδην λούσασθαι ἄπο βρότον αἱματόεντα :image

23.42 αὐτὰρ ὅ γ’ ἠρνεῖτο , στερεῶς . ἐπὶ δ’ ὄρκον όμοσσεν·image

23.43 οὒ μα Ζῆν ̓ . ὅς τις τε θεῶν ὕπατος καὶ ἄριστοςimage1

23.44 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος άσσον ϊκέσθαι .image

23.45 πρίν γ’ ἐνι Πάτροκλον θέμεναι πυρὶ , σῆμά τε χεῦαι .image1

23.46 κείρασθαί τε κόμην . ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδεimage1

23.47 ΐξετ’ ἄχος κραδίην . ὄφρα ζωοῖσι μετείωimage

23.48 ἂλλ’ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτὶ·image1, 2

23.49 ἠῶθεν δ’ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον .image

23.50 ὕλην τ’ ἂξέμεναι . παρά τε σχεῖν . ὡς ἐπιεικὲςimage

23.51 νεκρὸν ἔχοντα νέεσθαι ὑπο ζόφον ἠερόεντα·image

23.52 ὄφρ’ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρimage

23.53 θᾶσσον ἀπ’ ὀφθαλμῶν· λαοὶ δ’ ἐπι έργα τράπωνται·image1

23.54 ὡς ἔφαθ’ . οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο .image

23.55 ἐσσυμένως δ’ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοιimage

23.56 δαίνυντ’· οὐδέτι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·image

23.57 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο .image

23.58 οἱ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος·image1

23.59 Πηλείδης δ’ ἐπι θινὶ πολυφλοίσβοιο θαλάσσης .image1

23.60 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν·image

23.61 ἐν καθαρῷ . ὅθι κύματ’ ἐπ’ ἠϊόνας κλύζεσκον ·image1

Scholia text

msA, 23.300, commenting on 23.37 σπουδῆ παρπεπιθόντες ὅτι σπουδῇ μετα πολλῆς κακοπαθίας· καὶ ἐλλείπει ἡ πρόθασις· ἐστι γὰρ ἀντι τοῦ περι ἑταίρον καὶ τὸ χωόμενον ὰντὶ τοῦ συγχεόμενον τὸ πεπιθόντες ὡς καταλαβόντες ἔστι γὰρ δεύτερος ἀόριστος·image

msA, 23.301, commenting on 23.43 οὐ μα Ζῆν ἔτι τὴν ἄρνησιν καὶ ἀπόδοσιν ὁμοῦ ἔθηκεν>image

msA, 23.302, commenting on 23.48 ἀλλ’ ἤτοι νῦν μὲν οὕτως νῦν μὲν στυγερῇ καὶ πειθώμεθα οὐ τερπώμεθαimage

msA, 23.303, commenting on 23.53 θάσσον ἀπ οφθαλμῶν ἀντι τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς όψεως ἡμῶν γένηταιimage

msA, 23.304, commenting on 23.58 οἱ μὲν κακκείοντες ὅτι σύνηθες ἦν ἀναλύειν ὡς καὶ ἐν ἐπι τῶν μνηστήρωνimage

msA, 23.305, commenting on 23.59 Πηλείδης δ’ ἐπι θινὶ πρεπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντ τάχα δὲ τὰς παρηγορίας· τῶν φίλων οὐ φέρων καθ αυτὸν τρέπεται σχολάζειν τῷ πένθει θέλωνimage

msAil, 23.310, commenting on 23.45 ταφονimage

msAim, 23.307, commenting on 23.39 Ἀρισταρχ κελευσαν · πληθυντικῶςimage

msAim, 23.308, commenting on 23.46 ἐν ἄλλῳ ἐπεὶ οὔ τι μεimage

msAim, 23.309, commenting on 23.48 ουτ πειθώμεθ . οὐ τερπόμεθ ·image

msAint, 23.311, commenting on 23.61 διχimage