Manuscript msA, page 294r
| prev: 293v | next: 294v |
23.62 εὖτε τὸν ὕπνος ἔμαρπτε , λύων μελεδήματα θυμοῦ .
23.63 νήδυμος ἀμφιχυθεὶς . μάλα γὰρ κάμε φαίδιμα γυῖα1
23.64 Ἕκτορ’ Ἕκτορ’ ἐπαΐσσων προτὶ ΅Ιλιον ἠνεμόεσσαν .1
23.65 ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος̓ δειλοῖο .1
23.66 πάντ’ αὐτῷ . μέγεθός τε . καὶ ὄμματα κὰλ’ εἰκυῖα·
23.67 καὶ φωνὴν , καὶ τοῖα περὶ χροῒ . εἵματα ἕστο·
23.68 στῇ δ ὰρ ὑπερ κεφαλῆς . καί μιν πρὸς μῦθον έειπεν·
23.69 εὕδεις , αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ .
23.70 οὐ μέν μευ ζώοντος ἀκήδεις . ἀλλὰ θανόντος·1
23.71 θάπτέ με , ὅτι τάχιστα . πύλας Ἀΐδαο περήσω·1
23.72 τῆλέ με εἴργουσι ψυχαὶ . εἴδωλα καμόντων·
23.73 οὐδ’ , έμε πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν .1
23.74 ἂλλ’αύτως ἀλάλημαι ἀν εὐρυπυλὲς Ἄϊδος δῶ·
23.75 καί μοι δὸς τὴν χεῖρ’· ὀλοφύρομαι . οὐ γὰρ ἔτ ‘ αὖτις1
23.76 νίσομαι ἐξ Ἀΐδαο , ἐπήν με πυρὸς λελάχητε·1
23.77 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων1, 2
23.78 βουλὰς ἑζόμενοι βουλεύσομεν . ἂλλ’ ἐμὲ μὲν κὴρ
23.79 ἀμφέχανε στυγερὴ . ἥ περ λάχε γεινόμενόν περ·1, 2
23.80 καὶ δε σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ
23.81 τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι·1
23.82 ἄλλο δέ τοι ἐρέω . καὶ ἐφήσομαι . αἴ κε πίθηαι·
23.83 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’ Ἀχιλλεῦ .1
23.84 ἂλλ’ ὁμοῦ ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισιν .1
23.85 εῦτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Οπόεντος
23.86 ἤγαγεν ὑμέτερον δ’ ἀνδροκτασίης ὑπὸ λυγρῆς
msA, 23.400, commenting on 23.65 ἦλθε δ’ ἐπι ψυχῆ ὅτι ἀπ ευθείας τῆς ὁ Πατροκλῆς καὶ τὸ δειλοῖο δειλαίου ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος . ἐνταυθεν Ἀντισθένης ὁμοσχήμονας φησὶ τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εῖναι· Χρύσιππος δὲ μετα τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενεσθαι δογματίζει
msA, 23.401, commenting on 23.70 οὐ μέν μευ ζωοντος ἀκήδεις· ἄμεινον βαρύνειν ὡς ἐνόεις τῆς αρχουσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ ήκουσα ἄκουσα . ουτως καὶ τὸ ἠκειδης ἀκηδεις
msA, 23.402, commenting on 23.71 θάπτε με ὅττι τάχιστα ὅτι λειπ τὸ ἵνα ἠ όπως · τὸ δὲ ὅττι τάχιστα ἐκατέροις δύναται προσδίδοσθαι
msA, 23.403, commenting on 23.73 οὐδε μέ πω μίσγεσθαι . ἀπόλυτός ἐστι ἡ ἀντωνυμία διὸ ἐγκλιτικῶς ἀναγνωστέον· ἡ διπλῆ δὲ ὅτι εκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀταφῶν ψυχὰς καὶ μὴ ἐπισγομένας ταῖς τῷ ἐρεβει . ἡ δε ἀναφορά προς τὰ ἀθετούμενα ἐν τῇ νεκυΐα
msA, 23.404, commenting on 23.75 καί μοι δὸς τήν χειρ’ ὅτι τὸ ἵνα λείπει· καὶ συνέσταλκεν ἀντι τοῦ ἵνα ὀλοφύρωμαι
msA, 23.405, commenting on 23.76 νίσομαι ἐξ Αϊδαο ποιήσετε . παρα δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται
msA, 23.406, commenting on 23.77 οὐ μεν γὰρ ζῳοί γε . ἔν τοισι τῶν πολιτικῶν οὐ γὰρ ἔτι ζωοίγε
msA, 23.407, commenting on 23.79 ἥ περ λάχε λάχε·ὅθεν μία τῶν Μοιρῶν Λάχεσις . παρείληφεν δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός . ὅθεν Ζηνόδοτος ὁ Κρατήτιος Χαλδαῖον τὸν Ὅμηρον φησί .
msA, 23.408, commenting on 23.81 τείχει ὑπο Τρώων εὐηγενέων ἐν τῇ Ριανοῦ . καὶ Ἀριστοφάνους εὐηφενέων δια τοῦ φ . εὖ τῷ ἀφένῳ . χρωμενων ὡς Κλέαρχος ἐν ταῖς γλώτταις
msA, 23.409, commenting on 23.83 μὴ ἐμὰ σῶν ἀπάνευθε· τοῦτο ἀπ αλλῆς ἀρχῆς ἀναγνωστέον τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντι προστακτικοῦ τοῦ τίθει
msAil, 23.416, commenting on 23.79 περιέβαλε περιεχύθη
msAim, 23.414, commenting on 23.63 οτ σαφῶσ ἀπο τοῦ ν ἄρχετ τὰ ὄνομα
msAim, 23.415, commenting on 23.84 γράφεται ετράφημεν
msAint, 23.417, commenting on 23.64 οτ θηλυ τὴν Ἴλιον
msAint, 23.418, commenting on 23.77 γράφεται οὐ γαρ έτι