Manuscript msA, page 29r
prev: 28v | next: 29v |
2.238 ἦ ρά τι οἱ χ’ ἠμεῖς προσ ἀμύνομεν . ἠὲ καὶ οὐκί :1
2.239 ὃς καὶ νῦν Ἀχιλῆα . ἕο μέγ’ ἀμείνονα φῶτα1
2.240 ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας .
2.241 ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν : ἀλλὰ μεθήμων :
2.242 ῆ γὰρ ἂν , Ἀτρείδη νῦν ὕστατα λωβήσαιο :1
2.243 ὡς φάτο , νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν
2.244 Θερσίτης : τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς :
2.245 καί μιν ὑπόδρα ἰ̈δὼν χαλεπῷ ἠνίπαπε μύθῳ :
2.246 θερσῖτ’ , ἀκριτόμυθε : λιγύς περ ἐὼν ἀγορητής1, 2
2.247 ἴ̈σχεο : μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν :1
2.248 οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον : βροτὸν ἄλλον
2.249 ἔμμεναι : ὅσσοι ἅμ’ Ἀτρείδῃς ὑπὸ Ί̈λιον ἦλθον :1
2.250 τῶ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις .
2.251 καί σφιν ὀνείδεά τε προφέροις , νόστόν τε φυλάσσοις :
2.252 οὐδέ τι πω σάφα ἴδμεν . ὅπως ἔσται τάδε ἔργα :1
2.253 ἦ εὖ , ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν :
2.254 τῶ νῦν Ἀτρείδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
2.255 ἧσαι ὀνειδίζων : ὅτι οἱ μάλα πολλὰ διδοῦσιν1, 2
2.256 ἥρωες Δαναοί . σὺ δὲ κερτομέων ἀγορεύεις :
2.257 ἀλλ’ έκ τοι ἐρέω , το δὲ καὶ τετελεσμένον ἔσται :
2.258 εἰ κ’ έτι σ’ ἀφραίνοντα κιχήσομαι ὡς νύ περ ὧδε .1, 2
2.259 μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείῃ :
2.260 μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην .1
2.261 εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω
2.262 χλαῖνάν τ’ ἠδὲ χιτῶνα . τά τ’ αἰδῶ ἀμφικαλύπτει :1, 2
msA, 2.408, commenting on 2.239 ‡ὃς καὶ νῦν Ἀχιλῆα ὅτι Ζηνόδοτος γράφει ἑοῦ τοῦτο δὲ ασύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ ⁑
msA, 2.409, commenting on 2.242 η γὰρ ἂν Ἀτρειδ νῦν· προς το σχῆμα ἀντι τοῦ ἐλωβήσω , ἂν ἔβλαψας , ἠ λωβητὸς εγένου ⁑
msA, 2.411, commenting on 2.246 θερσῖτ’ ἀκριτόμυθε· μετα εἰρωνείας ὡς καὶ τὸ λιγύς οἱ δὲ ἀκριτόμυθε ἀντι τοῦ ἀμετροεπὲς πρὸς κατάγνωσιν τῶν εἰρημένων ⁑
msA, 2.412, commenting on 2.249 ὅσσοι ἅμ Ἀτρείδῃς · οὔτοι ἦσαν κατα μὲν τὸ σύνηθες Πλησθένους καὶ Αεροπης τῆς Ατρέως παῖδες τοῦ Πελοπος ὡς φησὶν ἄλλοι τε πολλοὶ καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν : ἀλλ’ ἐπειδὴ Πλησθένης νέος τελευτᾷ μηδὲν καταλείψας μνήμης νέοι ἀνατραφέντες ὑπο Ατρέως αὐτοῦ παῖδες ἐκλήθησαν ⁑
msA, 2.414, commenting on 2.255 ὅτι οἱ μάλα πολλά· τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον : πᾶσα γὰρ δίβραχυς λέξις προ ἐγκλιτικοῦ οὐ ἐπιδέχεται ἐπαλληλον ὀξειαν εἰ μὴ ἐπιφέροιτο ἀντωνυμίᾳ δια τοῦ σφ σεσημειωμένου τοῦ ἔνθ’ έσαν οἱ πέπλοι ⁑
msA, 2.415, commenting on 2.258 εἰ κ’ έτι σ αφρείνοντα· ὅτι περισσὸς ὁ κε καὶ ὅτι συνεκδοχῇ εἰ σὲ ἀφραίνοντα κιχήσομαι ὕστερον αὔτης ἐν δε τῇ κατα Φιλημονα τὸν Κρητικὸν κιχήσομαι ἐν Δαναοῖσι δύναιτο δ ἂν τὸ ὡς νύ περ ὦδε ἀκούεσθαι ἁπλούστερον ἀντι τοῦ οὕτως ὡσαύτως ταῦτα ὁ Δίδυμος ⁑
msA, 2.416, commenting on 2.260 μηδ’ έτι Τηλεμάχοιο πηρ : οὔχ ἑαυτῷ νῦν ἀρᾶται ἀλλα τῷ παιδι καὶ ἐστιν ἡ μὲν πρώτῃ κατάρα κατα τοῦ Ὀδυσσέως ἡ δε δευτέρα κατα τοῦ Τηλεμάχου : εἰ γὰρ ἀπόλοιτο ὁ παῖς οὐκ ὰν πηρ ἐστιν Ὀδυσσεύς ἡ διπλὴ δὲ προδιασυγκρισιν τὰ κατὰ τὴν μελλοντα λόγου τυχεῖν πλείονος ⁑
msA, 2.417, commenting on 2.262 ‡τά τ’ αἰδῶ ἀμφικαλύπτει· Ἀρισταρχος περισπωμένως ἀναγινώσκει : ὁμοίως καὶ τὸ ἠῶ δῖαν ἔμιμνε : καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα . Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει : Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αιτιατικὰς περισπᾶ Λητῶ γὰρ ἤλκησε καὶ Πυθῶ δ’ ερχομένην επει φησι Λητόα ἐστι καὶ Πυθόα . Διονύσιος δὲ ὁ Θρᾷξ φησὶ κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατα τὸν περισπώμενον τόνον : τὸ μὲν αἰδῶ καὶ ἠῶ : τὰ δὲ ἄλλα κατ οξείαν τάσιν Πυθώ Λητώ ἐχρῆν γάρ φησιν ὁμοίως ἀνεγνωκέναι . οὐκ εὖ δε μέμφεται τῷ Ἀριστάρχῳ εἴ γε ἤδη διάφοραι αἱ εὐθείαι ἠώς αἰδώς Λητῶ δὲ καὶ Πυθώ , ἐστιν οὖν λόγος ὑπερ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος . ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περισπᾶσθαι : ἐπειδήπερ Πυθόα ἐστι καὶ τοῦτο ἀπῄτει ἡ συναλιφὴ ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπεστραπται τὸν περισπώμενον τόνον κατα τοῦτο ὠξύνετο : ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν : οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικῇ εἰς ϊ λήγει καὶ οὐκ εἰς ω . δεύτερος δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθείᾳ καὶ αἰτιατικῆ ὁμόφωνος οὖσα κατα φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται οἱ ταχεῖς τοὺς ταχεῖς . εἰ δὲ ἡ ευθ ὀξύνεται πάντως καὶ ἡ αιτιατική . δια τοῦτο οὖν ἡ μὲν αιδῶ αιτιατικὴ καὶ ἠῶ μη κρατούμεναι ὑπο τῆς συνεμπτώσεως κατα τὴν εὐθείαν περισπῶνται κατεχόμεναι τῷ λόγῳ τῆς συναλιφῆς οὐχ ὑπο τοῦ πτωτικοῦ χαρακτῆρος ἡ δὲ Λητῶ καὶ Πυθῶ καίπερ κατεχόμεναι ὑπο τῆς συνεμπτώσεως τῆς φωνῆς κατέχονται καὶ τῷ τόνῳ ⁑
msAim, 2.418, commenting on 2.238 ὅτι τὴν ἀπόφασιν δια τοῦ κ οὐ δια τοῦ χ ⁑
msAim, 2.419, commenting on 2.247 ὅτι ἔθελε κατὰ συναλιφην ⁑