Manuscript msA, page 29v
prev: 29r | next: 30r |
2.263 αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
2.264 πεπληγὼς ἀγορῆθεν ἀεικέσσι πληγῇσιν .1
2.265 ὡς ὰρ ἔφη : σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
2.266 πλῆξεν : ὁ δ`’ ἰ̈δνώθη : θαλερὸν δέ οι ἔκπεσε δάκρυ :1
2.267 σμῶδιξ δ’ αἱματόεσσα μεταφρένου ἐξυπανέστη1
2.268 σκήπτρου ὑπὸ χρυσέου : ὁ δ’ ὰρ ἕζετο . τάρβησέν τε :
2.269 ἀλγήσας δ`’ : ἀχρεῖον ἰ̈δὼν . ἀπομόρξατο δάκρυ :1, 2, 3, 4
2.270 οἱ δὲ , καὶ ἀχνύμενοί περ , ἐπ αὐτῷ ἡδὺ γέλασσαν :1, 2
2.271 ὧδε δέ τις εἴπεσκεν , ἰδὼν ἐς πλησίον ἄλλον :1
2.272 ὦ πόποι : ῆ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε1
2.273 βουλάς τ’ ἐξάρχων ἀγαθὰς . πόλεμόν τε κορύσσων :
2.274 νῦν δὲ τόδε μέγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν .
2.275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ ἀγοράων :1
2.276 οὐ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ1
2.277 νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν :
2.278 ὡς φάσαν ἡ πληθύς : ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς 1, 2, 3
2.279 ἔστη σκῆπτρον ἔχων : παρα δὲ γλαυκῶπις Ἀθήνη 1
2.280 εἰδομένη κήρυκι : σιωπᾶν λαὸν ἀνώγει :
2.281 ὡς ἅμα θ’ οἱ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
2.282 μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν :
2.283 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν :
2.284 Ἀτρείδη : νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ 1
2.285 πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν :
2.286 οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν . ἥν περ ὑπέσταν1
2.287 ἐνθα δ’ έτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο
msA, 2.430, commenting on 2.272 ἦ δυμυρί· τὸν ἠ περισπαστέον παραλλήλως γὰρ κεῖται τῷ δὴ βεβαιωτικὸς ὦν ὁμοίως τῷ ἠ δὴ λοίγια ἔργα ⁑
msA, 2.431, commenting on 2.271 ὦδε δέ τις εἴπεσκεν· κατα Ἀρίσταρχον : οὐδεποτε τοπικῶς ἀλλ αντι τοῦ ούτως τάσσει ὦδε δε τίς εἴπεσκεν ἰδών . ἐπι δὲ τοῦ Ἤφαιστε πρόμολ’ ὦδε οὕτως ἀκούει πρόελθε οὕτως ὡς ἔχεις ἐκ προχείρου ⁑
msA, 2.432, commenting on 2.275 ἔσχ’ ἀγοράων· κολάζεται ὁ μὲν εὐφυὴς νουθεσίᾳ : ὁ δὲ ἅκοσμος βασάνοις καὶ ἐιςφοραῖς : ὁ δὲ λελωβημένος βραχεῖα πληγῇ καὶ μεθ όρκων ἀπειλῇ ⁑
msA, 2.433, commenting on 2.278 ὼς φάσαν ἡ πληθὺς : προς τὸ σχῆμα ὅτι προς τὸ νοητὸν ἀνα δ’ ἐστη : τὸ γὰρ ἔννοιαν ἔχον τοῦ πλήθους ὄνομα προς πληθυντικὸν ἐπισυνέζευξεν τὸ φάσαν : ᾧ εἴη ἂν ὅμοιον δερκόμενοι πᾶς δῆμος : καὶ προς τὸ πτολίπορθον ὅτι δια τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον ⁑
msA, 2.434, commenting on 2.278 ἀνα δ’ ὁ πτολίπορθος· ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν ὁ πολεμικὸς οδ ἵν ᾖ ὑπερβατὸν ὁ τρόπος προκατεςκεύασεν δὲ αὐτῷ ὁ ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν τὴν κατα τοῦ δουρείου ἵππου κατασκευὴν οὗ εἰσαχθεντος ἐπορθὴθη ἡ Ἴλιος ὡσ καὶ ἀλλαχόσε τῆσ ποιήσεως φησὶ σῂ δ’ εἴλω βουλῂ πόλεις Πριάμοιο ἄνακτος ⁑
msA, 2.435, commenting on 2.279 ἔστη σκῆπτρον ἔχων· τρία ῥητορικῆς ἤδη : συμβουλευτικόν : ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς ὡς νῦν . δικανικόν ἐκ κατηγορίας καὶ ἀπολογίας . ὡς δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς : πανηγυρικόν εξ εγκωμίου καὶ ψόγου : ὡς μάκαρ Ατρείδη καὶ οἱνοβαρὲς κοινὸς ὄμματ’ ἔχων ⁑
msA, 2.436, commenting on 2.284 Ἀτρείδη , νυν δη γάρ σε· ὅτι αὕτη ἡ γραφὴ ἡ δια τοῦ γὰρ μετα τῆς προσηγορίας καὶ τὸν λόγον ἔχει : ἔθος δὲ αὐτῷ ἀπο τοῦ γάρ ἄρχεσθαι , ὧ πόποι ῆ γὰρ ὀΐω ἐϋκνημιδας Ἀχαιούς ⁑
msAil, 2.441, commenting on 2.269 οξύνεται μετοχη γάρ εστι
msAil, 2.442, commenting on 2.270 δια τὸ θέλειν ὑποστρέψαι
msAim, 2.437, commenting on 2.276 ὅτι τὸ μεν πάλιν εἰς τοῦπίσω τὸ δὲ αῦτις χρονικὸν ἐξ υστέρου
msAim, 2.438, commenting on 2.278 οὕτως Ἀρισταρχος πτολίπορθος ἄλλοι δὲ δια τοῦ ε οὐκ ορθῶς
msAim, 2.439, commenting on 2.286 προς τὴν ἐναλλαγὴν τοῦ χρόνου ὅτι ἀντι εκτελέσουσιν ⁑
msAint, 2.440, commenting on 2.264 ὅτι αντὶ πλήσσων τὸ παθητ παρειληφεν ⁑