Manuscript msA, page 300r
| prev: 299v | next: 300v |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 23.1601, commenting on 23.361 ὡς μεμνέωιτο δρόμου· προπαροξυτονητέον τὸ μεμνέῳτο . γράφεται δὲ καὶ σὐν τῳ ϊ τὸ ῳ οὕτως δε καὶ ὀ Ἀσκαλωνιτες ἐκ τοῦ μέμνεοιτο ἡγούμενος αὐτὸ εῖναι παρα μέντοι Ξεννοφῶντι ἄνευ τοῦ ε ἐστιν ὁ σχηματισμος καὶ προπερισπᾶται ἑν Κύρουπαιδέιας πρώτῳ ἀλλ’ότε τὰ ἄριστα πράττοι . τότε μάλιστα τὸν θν μέμνωτο· τὸ δε ἀναλογον δια τοῦ η προκειμενου τοῦ ϊ παρ Αριστοφάνει ἐν Πλούτῳ δευτέρῳ . ἵνα τουμὸν ϊματιον φορων μέμνηταί μου· καὶ πάλιν προπερισπάστεον ἐν ἐτέροις μέντοι ἐντελώς περι τοῦ σχηματισμοῦ διέλαβον· καὶ περι γραφῆς τῆς κατὰ γενικὴν λέγω δὲ τῆς δρόμου . ἠ αιτιατικῆς πληθυντικῆς τῆς δρόμους
msA, 23.1602, commenting on 23.377 τὰς δὲ μετ’· οὐκ αναστρεπτέον τὴν μετὰ πέπτωκε γὰρ μέσος ὁ δε
msA, 23.1603, commenting on 23.383 εἰ μή Τυδέος ὗϊος δεόντος τοῦ Εὐμηλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἀπόλλων ἐπεὶ αὐτος ἀνεθρέψατο αὐτὰς κατα τὸν λέγοντα τὰς ἐν Πειερίῃ θρέψατ’ ἀργυρότοξος ἄμφω θηλείας , φόβον ¨Αρεως φορεούσας δοκεῖ γὰρ κατα τὸν μῦθον Ἀπόλλων θητεῦσαι Αδμήτω · τῷ Ἐυδμήλου πατρί . ὡς μὲν Εὐριπιδης ἐν διὰ τὸ φονεῦσαι Κύκλωπας . ὡς δὲ Καλλίμαχος δια τὸ ἐρασθῆναι Ἀδμήτου
msAim, 23.1607, commenting on 23.364 ὅτι λειπ ἡ διὰ δια πεδίου
msAim, 23.1608, commenting on 23.372 ὅτι ελλειπ ἡ διὰ δια πεδίου
msAim, 23.1609, commenting on 23.361 δρόμους πθ Ἀρισταρχος
msAint, 23.1605, commenting on 23.362 γράφεται οιδ’ἄμαι
msAint, 23.1606, commenting on 23.374 αἱ πλείους ἀφ’ ἁλὸς καὶ μή ποτε λόγον ἔχει