Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 302r

Manuscript msA, page 302r

image

prev: 301v next: 302v

Iliad text

No texts matching urn:cts:greekLit:tlg0012.tlg001:

Scholia text

msA, 23.2001, commenting on 23.459 ἄλλοι μοι δοκέουσι παροίτεροι προς τὸ παροίτεροι ὄτι τοπικῶς ἀντι τοῦ πρότεροι κατα τὸν δρόμονimage

msA, 23.2002, commenting on 23.461 αἱ κεῖσέ γε φέρτεραι· Ζηνοδοτος καὶ Ἀριστοφάνης αἳ κεῖθί γε καὶ ἐστιν ἀναλογώτερονimage

msA, 23.2003, commenting on 23.462 ήιτοι γὰρ τὰς πρῶτα ΐδον περι τέρμα βαλύσας· ὑποστκτέον ἐπι το βαλούσας περισσεύνοτος τοῦ ἐπιφερομένου συνδεσμοῦimage

msA, 23.2004, commenting on 23.463 νῦν δ’ οὔ πη ὁ δε λόγος ἂς τὸ πρῶτον ΐδον καμπτούσας . νῦν οὐ δύναμαι ϊδεῖνimage

msA, 23.2005, commenting on 23.471 αἰτωλὸς γενεὴν , ἀθετεῖται ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικὸν οὐχ’ ἡρωϊκοῦ προσώπου· ἄλλως ἀθετεῖται ὡς ληρώδης καὶ προς τῶ τε τῆς ποιησέως γεγονώς διασαφεῖν ἐθέλει τὰ προγνωσθέντα Διομήδimage

msA, 23.2006, commenting on 23.475 πεδίοιο δίωνται· ὡς λάβωνται ἔιπομεν δὲ δὴ ὡς ἐστι καὶ δίω βαρυνόμενον ὃ σημαίνοι ἂν τὸ διώκω . ἔνθεν τὸ τρὶς περι άστυ μέγα πριάμου δίον καὶ τὸ κνώδαλον ὅττι δίοιτο · καὶ περισπώμενον ἔνθεν τὸ δίημι ἐγένετο παρ ὃ τὸ ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται . καὶ τὸ αύτως ἐν δίεσανimage

msA, 23.2007, commenting on 23.479 λαβραγόρην έμεναι ἀθετεῖται ὅτι οὐκ ἀναγκαῖος , πρόκειται γὰρ τὸ ἀλλ’ αἰεὶ μύθοισι λαβρεύεαι · καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργων τὸ λαβρεύεσθαιimage

msA, 23.2008, commenting on 23.479 πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ¨ῖδιον νόσημα φυσικῶς ἑτέρωι ἐπιδίδωσι δι ὂ ἐπι τῆς γλώσσης κολάζεται νῦν τὲ καὶ ἐν τῶι ναυμαχίωιimage

msA, 23.2009, commenting on 23.479 πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι· τὸ πάρα ἀντι τοῦ πάρεισι δι ὃ τὴν πρώτην ὀξυτονητέον ὁμοίως τῶι πάρα δ’ ἀνὴρ ὁς καταθήσειimage

msA, 23.2010, commenting on 23.481 Εὐμήλου ἐν δ’ αὐτὸς ἔχων εὔληρα· ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθαimage

msAext, 23.2016, commenting on 23.467 κατα θ’ αρματαimage

msAil, 23.2016, commenting on 23.468 εξώρμησαν ἴσοιimage

msAil, 23.2017, commenting on 23.474 πολυλογεῖς ῆ προγλωσσεύηimage

msAim, 23.2011, commenting on 23.463 οὕτως διὰ τὸ ν νῦν δ’οὔ πηι Ἀριστοφάνηςimage

msAim, 23.2012, commenting on 23.467 γράφεται κατὰ θ’άρματαimage

msAim, 23.2013, commenting on 23.475 ὅτι δια πολλοῦ πεδίουimage

msAint, 23.2014, commenting on 23.464 αἱ Ἀριστάρχου παπταίνεταιimage

msAint, 23.2015, commenting on 23.440 ὅτι ἐπὶ πότου ἀντὶ τοῦ πρῶταιimage