Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 303v

Manuscript msA, page 303v

image

prev: 303r next: 304r

Iliad text

No texts matching urn:cts:greekLit:tlg0012.tlg001:

Scholia text

msA, 23.2301, commenting on 23.533 ἕλκων άρματα καλα· οὕτως πρόσσοθεν ἐλαύνων κατεαγότος δὲ τοῦ δίφρου ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους ὥσπερ οἱ τῶν ἀγωγαίων περιεχόμενοι καὶ τῇ μάστιγι περιελαύνων κατα τὸν αὐχένα καὶ τὰς πλευρὰς . οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως· ἡ διπλὴ δὲ ὅτι Ζηνόδοτος γράφει ἐλαύνων ὠκέας ἵππους ὡς ἡνιοχοῦντος αὐτοῦ , συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει τὰς πλευρὰς τῶν ἵππων τύπτων· βραχὺ δὲ διασταλτέον ἐπι τὸ καλὰ προς τὸ σαφέστερον· τὸ δε πρόσσωθεν ὡς ἔμπροσθεν καὶ συνεστάλη τὸ ω εἰς τὸ οimage

msA, 23.2302, commenting on 23.538 δεύτερ’ ἀτὰρ· ὅτι ἔν τισιν ὑποτάσσονται τούτῳ τὰ τρίτα δ’ Ἀντίλοχος · τέτρατα ξανθὸς Μενέλαος · πέμπτα δὲ Μηριονης θεράπων ἐῢς Ἰδομενῆος χωρὶς δὲ τοῦ μηδε τὸν χαρακτῆρα ἔχειν ὁμηρικὴν έτι καὶ προς ουδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεωςimage

msA, 23.2303, commenting on 23.551 τῶν οἱ ἔπειτ’ ἀνελῶν· ὅτι τὸ ἔπειτα ἀντι τοῦ μετα ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα . ἡ δε ἀναφορὰ . προσ τὸ Φοῖνιξ μὲν πρώτιστα αὐτὰρ ἔπειτ’ Αἴας τε μέγαςimage

msAext, 23.2310, commenting on 23.546 ὤφελενimage

msAil, 23.2309, commenting on 23.536 ἔσχατοςimage

msAim, 23.2304, commenting on 23.539 εν αλλῳ ηδὲ κέλευον·image

msAim, 23.2305, commenting on 23.540 ἐν αλλῳ ἐπήνησαν γὰρ οἱ ἄλλοιimage

msAim, 23.2306, commenting on 23.543 σημειοῦνται τινὲς ὅτι ἄντι μηνίσωimage

msAim, 23.2307, commenting on 23.544 ὄτι ἄντι τοῦ έοικαςimage

msAim, 23.2308, commenting on 23.548 οὕτως διὰ τοῦ σ φίλος πᾶσαι εῖχονimage