Manuscript msA, page 305r
| prev: 304v | next: 305v |
No texts matching urn:cts:greekLit:tlg0012.tlg001:
msA, 23.2601, commenting on 23.616 ἁμφίθετος φιάλη· προς τὴν ἀμφίθετον ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπι Πατρόκλῳ ἀγῶνι· βέλτιον δὲ στίζειν ἐπι τὸ φιάλη καὶ τοῦ λόγου διαστέλλην ἀξιοῦντος ἵνα ἀφ ετέρας ἀρχῆς ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς ἀντι τοῦ ταύτην
msA, 23.2602, commenting on 23.621 αύτως οὐ γὰρ πύξ γε· ὅτι προτάσσει τὴν πυγμήν ὡς καὶ ἐν . οὐ γὰρ πύγμαχοι είμεν , ὁ αυτὸς ἄρα ποιητής
msA, 23.2603, commenting on 23.622 οὐδέ τ’ἀκοντιστὺν ἐνδύσεαι· οὕτως ἐσδύσεαι σχεδὸν ἅπασαι οὐ δέ ποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντι τῆς εἰς κέχρηται
msA, 23.2604, commenting on 23.627 οὐ γὰρ ἐτ’ ἔμπεδα· ὅτι ἀπο τοῦ γὰρ ῆρκται τὸ αιτιατικὸν προταξας καὶ ὅτι ἐπεξηγήσατο τὴν ἐμπεδαγυῖαν λέξιν· βραχὺ δὲ διασταλτέον ἐπι τὸ φίλος . ὅτι ὡς εἴρηται ἐπεξηγεῖται τὰ γυῖα ὄτι πόδες καὶ χεῖρες
msA, 23.2605, commenting on 23.630 ὡς ὁπότε κρειόντ’ Ἀμαρυγκέα ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται ἱερῶν δὲ οὔ
msAext, 23.2608, commenting on 23.623 οπάζει
msAil, 23.2609, commenting on 23.631 τόπος
msAim, 23.2606, commenting on 23.623 γράφεται καὶ ὀπάζει καὶ ἱκάνει καὶ ἐπεισι
msAim, 23.2607, commenting on 23.622 Ἀριστάρχος ἐσδύσεαι