Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 305v

Manuscript msA, page 305v

image

prev: 305r next: 306r

Iliad text

No texts matching urn:cts:greekLit:tlg0012.tlg001:

Scholia text

msA, 23.2701, commenting on 23.634 πὺξ μὲν ἐνίκησα· ὅτι τὴν ομοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμάτωνimage

msA, 23.2702, commenting on 23.635 Ἀγκαῖον δὲ πάλῃ· προσ τὸ ὅς μοι ἀνέστη δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι λαθήμενον τοῦ δε κήρυκος παλαιστὰς καλέσαντος ἀνιστάμενον·image

msA, 23.2703, commenting on 23.638 οἱοισίν ἵπποισι πλήθει πρόσθε βαλοντες· σεσημείωται ὁ τόπος προσ τὰ περι τῶν Μολιονιδῶν ζητούμενα· ζητεῖται γὰρ τί εστι τὸ πλήθει πρόσθε βαλόντες ·καὶ ὁποῖοί τινες ἧσαν τὴν φύσιν ὡς λέγεσθαι ἐπ’ αυτῶν τ’ οὶ δ ὰρ ἔσαν δίδυμοι τῆς τε τῆς ἁρματηλασίας ὁ τρόπος . καὶ τί τὸ τῆς νίκης αἴτιον Ἀντόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν οἷα τίς ποτέ ἐστιν οὐ προσποιεῖται· τινὰς δε φασὶ λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν αγῶνα οἷς ἐνεμπόδιζον τὰ τῶν ἀντιπάλων καὶ τοῦτο εἶναι τῷ πλήθει πρόσθε βαλόντες . ἄλλοι δὲ φασὶ πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτωρος υἱοῖς τοὺς ἀθλοθετοῦντας . διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα καὶ τοῦτ έστι τὸ πλήθει πρόσθε βαλόντες . Ἀρίσταρχος δὲ διδύμους ἀκούει· οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν οἷοι ῆσαν καὶ οἱ Διοσκοροι ἀλλα τοὺς διφυεῖς δύο ἔχοντας σώματα Ἡσιόδῳ μάρτυρι χρώμενος καὶ τοὺς συμπεφυκότας ἀλλήλοις . οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αυτῶν σαφηνίζεσθαι ἄριστα . ἀνασταντος γὰρ δὴ τοῦ Νέστορος ἐπι τὸν αγῶνα καὶ αὐτοὺς ἀναστῆναι εἰτα τὸν μὲν Nέστορα λέγειν ὡς οὐ δίκαιοι ῆεν αγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες . ὁ δε δῆμος συναγωνίζοιτο αὐτοῖς καὶ λέγοι ὡς ῆεν εἱς ἀμφότεροι καὶ δια τοῦτο ὀφείλοι εν ἐνὸς ἐπιβαίνειν ἅρματος ἁτε δὴ συμπεφυκότες . καὶ κρατοῖεν γε οἱ πολλοὶ καὶ τοῦτον εἶναι τῷ πλήθει πρόσθε βαλόντεςimage