Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 30r

Manuscript msA, page 30r

image

prev: 29v next: 30v

Iliad text

2.288 Ἴ̈λιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι :image

2.289 ὥς τε γὰρ ἠ παῖδες νεαροὶ χῆραί τε γυναῖκεςimage

2.290 ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι :image

2.291 ῆ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι :image1, 2

2.292 καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο .image1, 2

2.293 ἀσχαλάᾳ σὺν , νηῒ πολυζύγῳ : ὅν περ ἄελλαι .image1

2.294 χειμέριαι ἰ̈λέωσιν ὀρινομένη τε θάλασσα :image1

2.295 ἡμῖν δ’ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸςimage

2.296 ἐνθάδε μιμνόντεσσι : τῶ οὐ νεμεσίζομ’ Ἀχαιοὺς image

2.297 ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν : ἀλλὰ καὶ ἔμπηςimage

2.298 αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι :image

2.299 τλῆτε φίλοι : καὶ μείνατ’ ἐπὶ χρόνον , ὄφρα δαῶμενimage1

2.300 ἢ ἐτεὸν Κάλχας μαντεύεται ηἒ καὶ οὐκί :image1, 2

2.301 εὖ γαρ δὴ τόδε ἴ̈δμεν ἐνι φρεσίν . ἐστὲ δὲ πάντεςimage

2.302 μάρτυροι : οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι :image1, 2

2.303 χθιζά τε καὶ προωῒζ’ ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν image1, 2

2.304 ἠγερέθοντο . κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι :image

2.305 ἡμεῖς δ’ ἀμφὶ περι κρήνην : ἱεροὺς κατα βωμοὺς .image

2.306 έρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας .image

2.307 καλῇ ὑπο πλατανίστῳ : ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ .image1

2.308 ἔνθ’ ἐφάνη μέγα σῆμα : δράκὼν ἐπι νῶτα δαφοινός .image1

2.309 σμερδαλέος : τόν ρ’ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ :image

2.310 βωμοῦ ὑπαΐξας , πρός ῥα πλατάνιστον ὄρουσεν :image1

2.311 ἔνθα δ’ έσαν στρουθοῖο νεοσσοὶ . νήπια τέκνα .image1, 2, 3

2.312 ὄζῳ ἐπ ακροτάτῳ . πετάλοις ὑποπεπτηῶτες .image1, 2

Scholia text

msA, 2.443, commenting on 2.289-2.290 ὥς τε γὰρ ἠ παῖδες νεαροί· ἄμφω παρέτεινε τὸ μεν τὸ νεαροὶ τὸ δὲ τῷ χεῖρε : οἱ μὲν γὰρ εὐθὺ κόρον τῆς ἀγορᾶς λαβόντες ΐενται οἴκαδε αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μη κεκτημέναι κωμωδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς ὡς οὐ δια τὴν ὑπερτελειαν τῶν πολεμίων δια δὲ τὸ ϊδίᾳ μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν ⁑image

msA, 2.444, commenting on 2.292 καὶ γάρ τις θ’ ἕνα μῆνα μένων· τινὲς ἀνέγνωσαν ἅπο ἧς ἀλόχοιο κατα ἀναστροφὴν ἵνα σιμαίνηται τὸ ἄπωθεν : ἄμεινον δὲ πείθεσθαι τῇ κατηθισμένῃ ἀναγνώσει συντέτακται γὰρ τῇ γενικῇ ⁑image

msA, 2.447, commenting on 2.299 τλῆτε φίλοι· ὅτι Ζηνοδοτος γράφει ἔτι χρόνον ἀπιθάνως ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου δια τοῦ ετι ⁑image

msA, 2.449, commenting on 2.303 χθιζά τε καὶ πρωῒζ : κατεσμίκρυνε τὸν ενναέτη χρόνον ἵνα μὴ δια τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγανακτῆσαι τοὺς Ἕλληνας ⁑image

msA, 2.451, commenting on 2.305-2.309 ἡμεῖς δ’ ἀμφι περι κρήνην· ἕως ἀγλαὸν ὕδωρ ὑποστικτέον καὶ τὸ ἔνθα ἵν ᾖ τοπικὸν δια τὴν πλατάνιστον χρονικὸν δια τὸ χθιζά τε καὶ πρωΐζ’ περιέχεται δὲ καὶ τέλη ἔσσας ἐκατόμβας ὑποστίζειν ἵνα συνάπτηται καλῇ ὑπο πλατανίστῳ ἕως σμερδαλέος . δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ χθιζα τε καὶ πρωῒζ ἵνα πάντα συνημμένα ἢ ἐκ τοῦ εὖ γὰρ δὴ τόδε ἴδμεν ⁑image

msA, 2.452, commenting on 2.307 καλὴ ὑπο πλατανίστῳ· τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ : διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος καὶ ἐστιν ἐπιτηδεία προς γένεσιν στρουθῶν :image

msA, 2.453, commenting on 2.308 δράκων : τοῦτο τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασι φησὶ σθένιος οὕτως γὰρ ἱστόρεται Διονυσίῳ ἐν τῷ ε τῶν Ἀπόρων ⁑image

msA, 2.455, commenting on 2.311 στρουθοῖο· οἱ στρουφοὶ Ἀφροδίτης χρόνον τε δηλοῦσιν ἐπεὶ πτηνὸς ὁ χρόνος : ὁ δε λίθος ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος ὅ τε μὲν ἐφ’ ὑψους κεῖσθαι τὴν νεοττιὰν τὴν ἠνεμόεσσαν Ἴλιον οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ολιγοχρόνιον τῶν Τρώων μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται : ἡ δὲ ενάτη μήτηρ τῆς ἐνναετηρίδος τοῦ πολεμου τὸ ἐναγώνιον ἐσήμανεν . ἡ δὲ δια τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν δι ὑδατος ἄφιξιν τῶν Ἑλληνων : τὸ δὲ περιλειφθηναι τὴν νοσσιὰν τὸ μη παντελῶς ἠφανίσθαι τὸν τόπον οἰκεῖται γὰρ ἕως τοῦ νῦν . ἡ δὲ ἀπολίθωσις ἡ το δυσδιεξόδευτον τῶν νόστων : ἡ ὅτι εἰς λίθους περιστήσεται τὸ τελος τοῦ πολεμου . ἔστι δὲ ση μὲν τὸ παρα τόπον γινόμενον ὡς μέλισσαι ἠ πτηνοὶ ἢ μύρμηκες ἐν οἴκω : τέρας δὲ τὸ παρα φύσιν τοῦτο οὖν ἄμφω εἶχεν ση μὲν τὸ επ ακρῳ τῷ φυτῷ εῖναι τὴν νοσιὰν τέρας δὲ τὸ ὀκτῶ τετοκέναι ἑπτὰ γὰρ τίκτει ὧν τὸ ἓν ούριον εᾷ εῖναι ⁑image

msA, 2.456, commenting on 2.311 στρουθοῖο· ὡς ἀπο ὀξυτόνου ευθ ἡ ἀνάγνωσις : Χαίριδι δὲ ἥρεσκε βαρύνειν καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισύλλαβα μονογενῆ φύσει μακρᾷ παραληγόμενα ἐβαρύνετο Ξοῦθος Ζῆθος καὶ μῦθος : ἔχει δὲ ἡ τετριμμένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν ἐτυμολογοῦσι γὰρ τὸ ζῷον παρα τὸ μετὰ οἴστρου θέειν τὰ δὲ παρα τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα ὥσπερ τὸ αγαθός καὶ βοηθος ⁑image

msAext, 2.466, commenting on 2.294 ειλέωσινimage

msAext, 2.467, commenting on 2.300 εἰ ἐτεὸνimage

msAil, 2.463, commenting on 2.293 παραimage

msAil, 2.464, commenting on 2.302 επι του λοιμοῦimage

msAim, 2.459, commenting on 2.291 προς τὸν πονον ὅτι ἀντὶ έργον οὐδέποτε γὰρ ούτως εἷπε τὴν αλγηδόνα ⁑image

msAim, 2.460, commenting on 2.300 ὅτι δια τοῦ κ γραπτέον οὐ δια τοῦ χ και το ἠ ετεον δια τοῦ η Ἀρισταρχος ⁑image

msAint, 2.461, commenting on 2.291 ὁμοίως τὸν η περισπαστέον ⁑image

msAint, 2.462, commenting on 2.292 ἀπὸ ἧς τῆ γενικῇ δεῖ συντάττειν ⁑image