Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 30v

Manuscript msA, page 30v

image

prev: 30r next: 31r

Iliad text

2.313 ὀκτὼ : ἀτὰρ μήτηρ ἐνάτη ἦν ; ἣ , τέκε τέκνα :image

2.314 ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας .image1

2.315 μήτηρ δ’ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα :image

2.316 τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιᾰχυῖᾰν ;image1, 2

2.317 αὐτὰρ ἐπεὶ κατὰ τέκν’ ἔφαγεν στρουθοῖο καὶ αὐτήν ,image

2.318 τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς . ὅς περ ἔφηνε :image1

2.319 λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω :image1

2.320 ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη :image1

2.321 ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ’ ἑκατόμβας .image

2.322 Κάλχας δ’ αὐτίκ’ ἔπειτα θεοπροπέων ἀγόρευε :image

2.323 τίπτ’ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί :image1

2.324 ἡμῖν μὴν τόδ’ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς image1

2.325 ὄψιμον ὀψιτέλεστον . ὅ οὑ κλέος οὔ ποτ’ ὀλεῖται :image

2.326 ὡς οὗτος κατὰ τέκν’ ἔφαγε , στρουθοῖο καὶ αὐτὴν ,image

2.327 ὀκτὼ , ἀτὰρ μήτηρ ἐνάτη ἦν . ἣ τέκε τέκνα .image

2.328 ὣς ἡμεῖς τοσσαῦτ’ ἔτεα πτολεμίξομεν αὖθι :image1

2.329 τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν :image1

2.330 κεῖνος θ’ ὣς ἀγόρευε . τὰ δὴ νῦν πάντα τελεῖται :image1

2.331 ἀλλ’ άγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ image

2.332 αὐτοῦ . εἰσόκεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν :image

2.333 ὡς ἔφατ’ : Ἀργεῖοι δὲ μέγ’ ΐαχον : ἀμφὶ δὲ νῆεςimage

2.334 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν .image

2.335 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο :image

2.336 τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ :image1

2.337 ὦ πόποι : ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθεimage1, 2

Scholia text

msA, 2.468, commenting on 2.314 ‡ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ· ὅτι Ζηνόδοτος γράφει τιτίζοντας εὐτελὴς δὲ ἡ λέξις κατα φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν : οἱ δε κατεσθιόμενοι τρίζουσιν ⁑image

msA, 2.469, commenting on 2.316 πτερύγος παροξυτόνως : καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως ὡς δοίδυκος ἀλλ’ επειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀριστάρχῳ πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ ⁑image

msA, 2.470, commenting on 2.316 ἀμφιαχυῖαν . μετοχή εστι διὃ προπερισπαστέον σημειωτέον δὲ τὸν ἐν αρχῆ χρόνον ὅτι συνεστάλη τὸ α ·image

msA, 2.471, commenting on 2.318 τὸν μὲν ἀρίζηλον· ὅτι Ζηνοδοτος γράφει : ἀρίδηλον καὶ τὸν ἐχόμενον προσέθηκεν τὸ γὰρ ἀρίδηλον ἄγαν ἐμφανὲς , ὅπερ ἀπίθανον ὃ γὰρ ἐὰν πλάσῃ τοῦτο ἀναιρεῖ : λέγει μέντοι γε . ὅτι ὁ φήνας αὐτὸν θς καὶ ἄδηλον ἐποίησεν ⁑image

msA, 2.472, commenting on 2.320 ἡμεῖς δ’ εσταότες θαυμάζομεν ⁑ ὅτι ἀντι τοῦ ἐξεπληττόμεθα οὐχ ὡς ἐνίοτε τίθησιν ἀντι ψιλοῦ τοῦ θεάσασθαι ⁑image

msA, 2.473, commenting on 2.323 τίπτ’ ἄνεῳ κατα στέρησιν τῆς ἰωῆς ὅ ἐστι φωνῆς . ὦδε δὲ μετα τοῦ ϊ οἷον οἱ ἄνεῳ ἐπι δε τοῦ ἡ δ’ ἄνεω δῆν ἧστο δίχα τοῦ ϊ ⁑image

msA, 2.474, commenting on 2.328 ὡς ἡμεῖς τοσσαῦτ’ ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπι τῆς Αὐλίδος αὐτὸς ὢν ἐπι τῆς Τροίας διὃ κέχρηται τῷ αὖθι τοπικῷ ἀντι τοῦ αὐτόθι ὅπου νῦν ἐσμέν ⁑image

msA, 2.475, commenting on 2.329 τῷ δεκάτω δὲ μὲν δια τί οὐχι ενάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν καίτοι τῆς ἀκολουθ τῶν σημείων τοῦτο ἐχούσης . ὀκτῶ ἀτὰρ μήτηρ ἐνάτη ἦν ἢ ὅτι τῶν εννέα πληρωθέντων ἀνάγκῃ νοεῖν τὸν ἐπέκεινα δεκατον ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθμεῖν ὡς ἐστι δέκατος ὡς όλου τοῦ αγῶνος ἐν τούτῳ μελλοντος παύεσθαι ⁑image

msA, 2.476, commenting on 2.333-2.335 ὣς έφατ’ Ἀργεῖοι δὲ μέγ’ ἴ¨αχον ⁑ επι τὸ ΐαχον διαστολὴ καὶ επι τὸ Αχαιῶν ὑποστιγμῆ . δια μέσου δὲ τὸ ἀμφι δὲ νῆες καὶ τὰ εξής ἕως Ἀχαιῶν : καὶ τὸ εξῆς ἐστιν ΐαχον μῦθον ἐπαινήσαντες . ἐὰν δὲ στίζωμεν γίνεται σολοικισμὸς ἀϋσάντων ὑπ Αχαιῶν μῦθον ἐπαινήσαντες ⁑image

msA, 2.477, commenting on 2.336 Γερήνιος ἱππότα Νέστωρ · ἀντι τοῦ ἱππικὸς νῦν δὲ φυγάς : ὁ γὰρ ποιητὴς τὸ ἱππότης νῦν ἀντι τοῦ φυγὰς κέχρηται : Ἡρακλῆς γὰρ ἐπιστρατεύσας τῇ Πύλῳ δια τὸ μη καθαρθῆναι αὐτὸν ὑπο Νηλέως τὸν Ϊφίτου φόνον καὶ δια τὴν τῶν Νηλεϊδῶν δὲ ἀφροσύνην πολὺς ἢν πορθῶν τὴν πόλιν καὶ ἐφ ὅσον μὲν Περικλύμενος ὁ Νηλεὺς ἔζη . δυσάλωτος ἢν ἡ πόλις αφ ἀμφιβιος γὰρ εγένετο ἐκεινος καὶ δὴ γενόμενον αὐτὸν μέλισσαν καὶ στάντα ἐπι τοῦ Ἡρακλέους ἅρματος Ἀθηνα εἰκάσασα Ἀθηνᾶ εποίησεν αναιρεθῆναι τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος πορθηθείσης τῆς Πύλου καὶ τῶν ια αδελ αὐτοῦ ἀναιρεθέντων μόνος περιελήφθη διὃ καὶ Γερηνιος ὠνομάσθη : ἱστορεῖ Ἱσίοδος ἐν Καταλόγοις ⁑image

msA, 2.478, commenting on 2.337 ὦ πόποι· στικτέον ἐπι τὸ ὦ πόποι κομματικὸν γὰρ καὶ μᾶλλον ἐμφαίνει καθ εαυτὸ λεγόμενον ⁑image

msAext, 2.482, commenting on 2.324 μὲνimage

msAim, 2.480, commenting on 2.330 οὕτως Ηρωδιανὸς δια τοῦ θ Αρισταρχος δια τοῦ τ ·image

msAim, 2.481, commenting on 2.337 διασταλτέον ἐπι τὸ πώποι μαλλον γὰρ ἐμφαίνει καθ εαυτὸ λεγόμενον‡image