Manuscript msA, page 310v
| prev: 310r | next: 311r |
24.1 λῦτο δ’ ἀγὼν· λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι1
24.2 ἐσκίδναντ’ ϊέναι· τοὶ μὲν δόρποιο μέδοντο
24.3 ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
24.4 κλαῖε . φίλου ἑτάρου μεμνημένος· οὐδέ μιν ὕπνος
msA, 24.A1, commenting on 24.1 λῦτο δ’ ἀγὼν , εἰ μὲν μέσος Β αο ἐστιν ἀπο τῶν εἰς μι ὥσπερ ἤδη ἐπίσταται λέγων· νύν δὲ λύμην τρίς τόσσα πόρον · καὶ τῆς δ` ἄρα κλαιούσης λῦτο γούνατα ἔκτασις ἐγένετο δια τὸ μέτρον· εἰ δέ παρατατικόν τινες ἐκδεχονται δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ επι τοῦ ἰχθύες ἰχθῦς μῦες μῦς ῥύεσθαι ῥύσθαι πάντῶν ανων ῥῦσθαι γενεήν τε τόκον τε· ἠ ἀπο τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο ⁑