Manuscript msA, page 311r
| prev: 310v | next: 311v |
24.5 ῄρει πανδαμάτωρ ἂλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα
24.6 Πατρόκλου πόθεων ἀνδροτῆτά τε καὶ μένος ἠΰ·1
24.7 ἠδ’ ὁπόσα τολύπευσε συν αυτῷ καὶ πάθεν ἄλγεα1
24.8 ἀνδρῶν τὲ πτολέμους . ἀλεγεινά τε κύματα πείρων .1, 2
24.9 τῶν μιμνησκόμενος θαλερὸν κατα δάκρυον εῖβεν .
24.10 ἄλλοτ’ ἐπι πλευρὰς κατακείμενος . ἄλλοτε δ’ αῦτε
24.11 ὕπτιος . ἄλλοτε δὴ πρηνὴς . τότε δ’ ὀρθὸς ἀναστὰς
24.12 δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλὸς . οὐδέ μιν ἠὼς1, 2, 3
24.13 φαινομένη λήθεσκεν ὑπειρ ἅλα τ’ ἠϊόνας τε·
24.14 ἂλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους·
24.15 Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν·1
24.16 τρὶς δ’ ἐρύσας περι σῆμα Μενοιτιάδαο θανόντος .
24.17 αὖτις ἐνι κλισίῃ παυέσκετο . τόν δέ δ’ ἔασκεν1, 2
24.18 ἒν κόνῑ ἐκτανύσας προπρηνέα· τοῖο δ’ Ἀπόλλων1
24.19 πᾶσαν ἀεικείην ἄπεχε χροῒ . φῶτ’ ἐλεαίρων
24.20 καὶ τεθνειότα περ· περὶ δ’ αἰγίδι πάντα κάλυπτε1, 2
24.21 χρυσείῃ . ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων·
24.22 ὡσ ὁ μεν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
24.23 τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες·
24.24 κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην·1
24.25 ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἐήνδανεν· οὐδέ ποθ’ Ἥρῃ
24.26 οὐδε Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ·1
24.27 ἀλλ’ ἔχον ὥς σφιν , πρῶτον ἀπήχθετο Ἴ̈̈λιος ἱ̈ρὴ
24.28 καὶ Πρίαμος καὶ λαὸς . Ἀλεξάνδρου ἕνεκ’ ἄτης .1
24.29 ὃς νείκεσσε θεὰς . ὅτε οἱ , μέσσαυλον ἵ̈κοντο .
msA, 24.A2, commenting on 24.6-24.10 πατρόκλου ποθέων : ἕως τῶν μιμνησκόμενος άθετοῦνται στιχ δ ὅτι εὐτελής ἔισι ἀρθεντων δὲ αὐτων καὶ ἐμφαντικώτερον δηλουτ ἡ τοῦ ἀχι λύπη . ἀλλ εστρέφετ’ ἔνθα καὶ ἔνθα ἄλλοτ’ ἐπι πλευράς καὶ τοῖς αὐτοῖς καταγίνεται ἀνδροτητ καὶ μενος οὐδὲν γὰρ διαφε καὶ οὐδεποτ ἀνδροτητ εἴρηκε τήν ἀνδρείαν ἀλλ’ ἡνορέαν . εἴχε καὶ τὸ δυσεξείληπτον τῶν μιμνησκόμενος καὶ γὰρ ἄνω εἴρηκεν ἑταίρου μεμνημένος προηθετοῦντο δὲ καὶ παρα αριστοφαι ταυτ δὲ ἤτοι συναπτέον τοῖς ἄνω ἵν’ ἦι κοινὸν τὸ ποθέων ἡ ἀφ ετερας ἀρχῆς ἀναγνωστεον ἵνα ὑποστείζωμεν ἐπι τὸ κύματα πείρων ⁑
msA, 24.A3, commenting on 24.6 ὁ δὲ λόγος καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τὲ καὶ πλέων τουτ μιμνησκόμενος ἐδάκρυεν ⁑
msA, 24.A4, commenting on 24.8 αλεγείνα τε κύματα πείρων· Πάμφιλος περισπᾶ λέγων τὴν προθ τοῦ ϊ μὴ ἐξαλλάσσειν τὸν τόνον εἰ δε περῶ οῖδεν ὁ ποιητ · τὸ ῥήμα καὶ περόωσι καὶ περάα μεγά λαιτμα δηλον ὅτι καὶ πειρῶν ὁ μεντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει ὡς κείρων φησὶ γοῦν ουτω γενόμενος ἐπι τοῦ παννυχίῃ μέν ῥ ἠ γε καὶ ηῶ , πεῖρ’ ἐκέλευθον · “τὸ πεῖρε διδασκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν ὡς γὰρ ἔκειρε κείρων . ουτ ἔπειρε πείρων εἰ γὰρ περιεσπᾶτο ἣν ἂν ὁ παρατατικὸς ἐπείρα“ ἐστιν οὖν διττὸν τὸ ρημ καὶ τὸ μὲν συν τῷ ϊ περισπασθήσεται ⁑
msA, 24.A5, commenting on 24.12 δινεύεσκ’ αλύων ψιλῶς τὸ ἀλύων δῆλον κακ τῆς συναλειφῆς ⁑
msA, 24.A6, commenting on 24.17 αὖτις ἐνι κλισίῃ : ὅτι παρεῖται ἡ ἀνά καὶ ἐστιν ἀναπαυέσκετο· ἢ ὅτι ὁ δε πάλιν περισσὸς οὐ γαρ ἐστι λέγειν ὃν ἐδέσμευεν αλλα χωρὶς ὁ δὲ εἰτα ἔασκεν αντι τοῦ εἴα ⁑
msA, 24.A7, commenting on 24.17 τόνδε δ’ ἔασκεν : ὁμοιως ἀναγνωστέον τὸ τόνδε . τῷ τόνδε δ’ εγὼν επιοντα καὶ τόνδέ δ’ εγὼ κομιῶ λέγω καὶ ὀξύνων τὴν πρώτην ἵν ᾖ επεκτασις ὴ δια τοῦ δέ ⁑
msA, 24.A8, commenting on 24.18 ἐν κόνι ἐκτανύσας ὅτι οὐδεν πλεον τοῦ πρηνέα ὡς ὅταν λέγῃ ἀταρτηρόν τὸν ἀτηρόν ⁑
msA, 24.A9, commenting on 24.19-24.20 καὶ τεθνειοτά περ : ἀθετοῦνται· ἀρκεῖ γαρ τὸ προειρῆσθαι πᾶσαν ἀεικειην ἄπεχε χροῒ φῶτ’ ἐλεαίρων· τὸ δε πῶς μηκέτ’ ἐπεκδιδάσκει ὅτι ἀπεμφαίνων ἐστιν ἀνιερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι· πῶς δὲ καὶ κατείληπτο τῇ αἰγίδι ἐλκόμενος ἵνα μὴ ἀποστραφῇ ἠ πῶς ἔλαβε τὴν αἰγίδα παρα Διὸς οὐ γὰρ συγκαταποθεῖται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ ἀλλ’ ὕστερον· ὁ δὲ Ἀπόλλων οὐκ εῖχεν ἐξουσίαν τῆς αἰγίδος· εἰ δε ταυτ ἐγέγραπτο . οὐκ ὰν ἄλλας αἴτιας εἰσεφερε τοῦ καταδρύπτεσθαι λέγει μέντοι ροδόεντι χρῖεν ἐλαίω ἀμβροσίω ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων . καὶ περι τοῦ Ἀπόλλωνος ὃν τροπον πᾶσαν ἀεικείην ἄπεχε χροῒ λέγει· τῷ δ’ ἐπι κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων ἵνα διαμένῃ ἔνικμος καὶ περινίζεται τὴν ἀπο τοῦ φόνου ἀκαθαρσίαν . ὡς φησὶν ὁ Ερμῆς τῷ Πριάμῳ θειοιο κεν αὐτὸς επελθῶν οἶον ἐερσήεις κεῖται περὶ δ’ αἷμα νένιπται ⁑
msA, 24.A10, commenting on 24.20 καὶ τεθνηοτά περ περι δ’ αιγιδι· οὕτως αἰγίδα χρυσείην αἱ Ἀρισταρχ · περὶ ὅλον αυτὸν ἐκάλυπτε τὴν χρυσῆν αἰγιδ καὶ μήποτε Ὁμηρικώτερον τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον ⁑
msA, 24.A11, commenting on 24.24 κλέψαι δ’ ὀτρύνεσκον : Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλάντιδος λαθῶν Ήραν ἐμίγη· ἡ δὲ εγγυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἁρκαδίας Ἑρμῆν ἐγέννησεν ὅστις ἐπιθυμίαν ἔσχεν τοῦ κλέπτειν ὅτι καὶ Ζεὺς κλέψας τὴν Ήραν ἐμίγη Μαῖα καὶ δή ποτε τῆς μρς μετα τῶν αδελφῶν αυτῆς λουομένης· λαθὼν ὑφείλετο τὰς ἐσθῆτας· γυμναὶ δὲ εκείναι ἡπόρουν τί πράξωσιν γέλωτα δὲ δια τουτ Ἑρμῆς ποιήσας ἀπέδωκεν αὐταῖς τὰς ἐσθῆτας ἔκλεψε δὲ καὶ τὰς Ἀπολλωνος βοῦς· ἡ ϊστορία παρὰ Ερατοσθένει ⁑
msAil, 24.A1, commenting on 24.7@τολύπευσε κατειργάσατο ⁑
msAil, 24.A2, commenting on 24.8@πειρων διαπερων
msAil, 24.A3, commenting on 24.12@δινεύεσκ’ ανεστρέφατο ⁑
msAil, 24.A4, commenting on 24.12@ἀλύων στένων
msAil, 24.A5, commenting on 24.26@Ποσειδαων’ ι
msAim, 24.A1, commenting on 24.15 οτ περισσος ὁ δὲ ⁑
msAim, 24.A2, commenting on 24.20 εν αλλω καλυψε
msAint, 24.A1, commenting on 24.28 εν αλλω ἕνεκ’ αρχης ⁑