Manuscript msA, page 311v
| prev: 311r | next: 312r |
24.30 τὴν δ’ ῄνησ’ . ἥ , οἱ , πόρε μαχλοσύνην ἀλεγεινήν·1, 2
24.31 ἂλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς .
24.32 καὶ τότ’ άρ’ ἀθανάτοισι μετήυδα Φοῖβος Ἀπόλλων ·
24.33 σχέτλιοί ἐστε θεοὶ δηλήμονες : οὐδέποθ’ ὗμιν1, 2, 3
24.34 Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων .
24.35 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ εόντα σαῶσαι .
24.36 ᾗ τ’ ἀλόχῳ ΐδέειν , καὶ μητέρι . καὶ τέκεϊ ᾧ .
24.37 καὶ πατέρι Πριάμῳ . λαοῖσί τε , τοι κέ μιν ῶκα
24.38 ἐν πυρὶ κήαι εν . καὶ ἐπι κτέρεα κτερίσαιεν .1, 2
24.39 ἂλλ’ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ ἐπαρήγειν .
24.40 ᾧ οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι . οὔτε νόημα
24.41 γαμπτὸν ἐνι στήθεσσι . λέων δ’ ὡς ἄγρια οἶδεν·
24.42 ὅς τ’ ἐπεὶ ὰρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ1
24.43 εἴξας . εῖσ’ ἐπὶ μῆλα . βροτῶν , ἵνα δαῖτα λάβῃσιν .1
24.44 ὡς Ἀχιλεὺς , ἔλεον μὲν ἀπώλεσεν . οὐδέ οἱ αἰδὼς1
24.45 γίνεται . ἥ τ’ ἄνδρας μέγα σίνεται . ἠδ’ ὀνίνησι·1, 2
24.46 μέλλει μέν που τις καὶ φίλτερον ἄλλον ὀλέσσαι·1
24.47 ἢε κασίγνητον ὁμογάστριον . ἢε καὶ υἱὸν·1, 2
24.48 ἂλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·1
24.49 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν·
24.50 αὐτὰρ ὅ γ’ Ἕκτορα δῖον . ἐπεὶ φίλον ῆτορ ἀπηύρα .
24.51 ἵππων ἐξάπτων , περὶ σῆμ’ ἑτάροιο φίλοιο
24.52 ἕλκει· οὐ μήν οἱ , τό γε κάλλιον , οὐδέ τ’ ἄμεινον·
24.53 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμεν οἱ καὶ ἡμεῖς·1
24.54 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων·1
msA, 24.B1, commenting on 24.30 ‡ τὴν δ’ ᾔνησ , ὴ όι , πόρε : παρα Ἀριστοφ καί τισι τῶν πολ¨ητικῶν η οί κεχαρισμένα δῶρ’ ονόμηνε καὶ τάχα μᾶλλον οὕτως ἂν ἐχοι ἀθετεῖ γὰρ Ἀρίσταρχος δια τὴν μαχλοσύνην τὸν στίχον ⁑
msA, 24.B2, commenting on 24.33 οὐν ὕποθ’ ὑμῆν ἐγκλιτικῶς τὴν ὑμῖν ᾶναγνωστεον ἐστὶ γὰρ ἀπόλυτος ⁑
msA, 24.B3, commenting on 24.38 έν πυρὶ κήμενι ὅτι οὐ μόνοι οἱ έπι ξένης τελευτῶντες έκαίοντο , άλλα καὶ οἱ ἐπι τῆς ίδίας πατρίδος ⁑
msA, 24.B4, commenting on 24.42 ὅστ’ έπει ὰρ μεγάλη τε βίη : ὁ ἐπεὶ σύνδεσμος περισσεύει διὸπερ οὐκ επιζητητέον τὴν ὑπ αυτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμην ὁ γὰρ λόγος ὃς τῆ γε δυνάμει καὶ τῇ έπιθυμίαι είξας έπέρχεται θρέμμασιν ἐπεὶ δὲ , σπανίως έστὶν ευρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα μήποτε δια τοῦ η ἐγέγραπτο εἴξῃς ἵνα ὑποστίζωμεν μετ αυτό· καὶ ὁ λόγος επει δ ἂν τῇ δυνάμει καὶ τῇ ἐπιθυμία κρατηθ επέρχεται θρέμμα ⁑
msA, 24.B5, commenting on 24.45 γίνεται ἥ τ’ ἄνδρας : ἀθετεῖται ὅτι ἐκ τῶν Ησιόδου μετενήνεκται ὑπό τινος νομίσαντος ἐλλείπειν τον λόγον καὶ γὰρ τοῖς ὑποκειμένοις ἐναντιόν τι πεποίηκεν . εἰ γὰρ βλάπτη ἡ αιδως , εὔλογον Άχιλλεὺς ἀναιδέστατος βούλοιτο εἶναι· παρα μεν γὰρ Ησιοδῳ γνωμικως εκεῖ γὰρ ὄν τι λόχον ἔχει τῆς αιδοῦς ποτὲ μὲν ωφελίαν περιποιουσης ποτὲ δὲ βλάβην . δεῖ δὲ εξωθ προσὑπακοῦσαι τὸ ἐστί ἵν ᾗ , οὐδέ οἱ αἰδώς ἐστὶ καὶ πλήρης ὁ λόγος ⁑
msA, 24.B6, commenting on 24.45 ἡ δ’ ὀνίνῃσι . τινὲς ἐδάσυναν τὸ ἡδὲ ἵνα ἡ αιδῶς διττὴ ὑπάρχη ἡ μὲν βλαπτουσ · ἡ δὲ ὠφελοῦσα ουτ δὲ και Εὐριπιδ ἐξεδέξατο εἰπῶν διττὰς εἶναι αἰδοὺς δύναιτο δ’ ἂν ἡ αυτὴ οῦσα πῇ μεν ὠφελιμος πῇ δὲ βλαβερά ⁑
msA, 24.B7, commenting on 24.47 ἠὲ κασιγνήτον ὅτι τοῦτο προσέθηκεν ἐπεὶ κασιγνήτους τοὺς ανεψιους που λέγει πάλιν δὲ ὁμογαστριον λέγει καὶ ούχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ μή με κτεῖν’ ἐπεὶ οὐκὶ ὁγαστριος Ἕκτορος ⁑
msAext, 24.B1, commenting on 24.30 γρ ἥ οἱ κεχαρισμένα δῶρ’ ὀνόμηνεν
msAext, 24.B2, commenting on 24.33 ου νύ ποθ’ ύμιν
msAext, 24.B3, commenting on 24.44 πε αἰδοῦς ·
msAext, 24.B4, commenting on 24.47 ἠὲ κασιγνη ἠὲ
msAext, 24.B5, commenting on 24.48 καὶ οδυρόμενος
msAil, 24.B1, commenting on 24.43 πεισθείς .
msAim, 24.B1, commenting on 24.38 ουτ δια του α ἡ παραλήγουσα κτερίσαιεν . ⁑
msAim, 24.B2, commenting on 24.46 αντ του έοικεν
msAim, 24.B3, commenting on 24.53 Ἀρισταρχ νεμεσσηθεῶμεν δια του θε ⁑
msAint, 24.B1, commenting on 24.33 γρ οὐ νύ ποθ’ ὕμιν·
msAint, 24.B2, commenting on 24.54 οτ αντ θυμου μενος ⁑