Manuscript msA, page 312r
| prev: 311v | next: 312v |
24.55 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη ·
24.56 εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε·
24.57 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν .
24.58 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζὸν·1, 2
24.59 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος . ἣν ἐγὼ αὐτὴ
24.60 θρέψά τε καὶ ἀτίτηλα· καὶ ἀνδρὶ , πόρον παράκοιτιν
24.61 Πηλεῖ , ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι·
24.62 πάντες δ’ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
24.63 δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’ , αἰὲν ἄπιστε·
24.64 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· :
24.65 Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν .
24.66 οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
24.67 φίλτατος ἔσκε θεοῖσι . βροτῶν . οἳ ἐν Ἰ̈λίῳ εἰσίν
24.68 ὡς γὰρ ἔμοιγ’ . ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων·1
24.69 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης .
24.70 λοιβῆς τε . κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς·
24.71 αλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν· οὐδέ πῃ ἐστὶ ,1
24.72 λάθρῃ Ἀχιλλῆος . θρασὺν Ἕκτορα · ἦ γάρ οἱ αἰεὶ1
24.73 μήτηρ παρμέμβλωκεν , ὁμῶς νύκτάς τε καὶ ἦμαρ·
24.74 ἂλλ’ εἴ τις καλέσειε θεῶν . Θέτιν άσσον ἐμεῖο·1, 2, 3
24.75 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος· ὥς κεν Ἀχιλλεὺς
24.76 δώρων ἐκ Πριάμοιο λάχῃ . ἀπό θ’ Ἕκτορα λύσῃ·
24.77 ὡς ἔφατ’ . ὦρτο δε Ἶ̈ρις ἀελλόπος ἀγγελέουσα·1
24.78 μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴ̈μβρου παιπαλοέσσης1
24.79 ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη·
msA, 24.C1, commenting on 24.58 Ἕκτωρ μὲν θνητός τε· τοῦτο ἔνιοι τῶν κριτικῶν κατ συνωνυμίαν μεταλαμβανοντες λέγοντες αὐτον εἶναι γυναῖκα καὶ ανον καὶ θνητόν , ὡς γίνεσθαι τοιοῦτον . Ἕκτωρ μὲν θνητὸς θνητὸν τε θήσατο μαζον ἄλλοι δὲ παρειλῆφθαι τὸ γυναῖκα ἀντι τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντι κτητικων Ἕλληνα στρατὸν ἀντι Ἑλληνικον καὶ ανον ῆθος ἀντι τοῦ ανινον καὶ Ἑλλάδα διάλεκτον ⁑
msA, 24.C2, commenting on 24.58 Ἕκτωρ μὲν θνητός τε : ἡ διπλῆ , ὅτι ἀντι τοῦ γυναικὸς μαζόν Ὁμηρικὸν δὲ τὸ εθος ὣς τὴν μὲν πρύμνην ἄμφεπε ⁑
msA, 24.C3, commenting on 24.71 ἀλλ’ ἤτοι κλέψαι μὲν· ἀθετοῦνται στίχοι Γ ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ διὰ παντὸς σὺνδιατρίβει αὐτῷ ἡ Θέτις τὸ δε ἐάσομεν νῦν ἀντι τοῦ παρῶμεν οἶον μηδε λέγωμεν ὅπερ ἀγνοήσαντες οἱ περι Ἀντίμαχον ἐποίησαν κλέψαι μὲν ἀμήχανον γράφεται δὲ κατ’ ενια εὖ γάρ οἱ αἰεὶ διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι τὸ δὲ ἑξῆς ἀλλ’ ήτοι κλεψαι μὲν ἐάσομεν λάθρῃ Ἀχιλλῆος
msA, 24.C4, commenting on 24.72 ἡ γάρ οἱ αιεὶ οὐκ αναγκαιον τὸ η ἄρθ ἐκδέχεσθαι καὶ δασύνειν ἔθος γὰρ αὐτῷ ἔσθ’ ὅτε παραλείπειν τὰ ἄρθρα ἀλλα φίλη μηρ , μηρ μὲν τέ μέ φησὶ σύνδεσμος οὖν ἐστι βεβαιωτικός δι ὃ περισπαστέον ⁑
msA, 24.C5, commenting on 24.74 ἀλλ’ εἴ τις καλέσειε· ὅτι εξ ονόματος μη καλέσαντος τοῦ Διὸς ἡ προς τοῦτο τεταγμενη Ἶρις ὑπακούει ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον . αλλ αγε δή τινα μάντιν . ευλόγως οὖν πάλιν ἐρεῖ ὦ Ἀχιλεῦ κέλεαί με
msA, 24.C6, commenting on 24.74 θεῶν Θέτιν άσσον ἐμεῖο· τινὲς τὸ θεῶν ἐπι τοῦ τρέχων ἐξεδέξαντο μετοχὴν παράαλαμβανοντες καὶ ἐβαρυναν . ἀπίθανον δὲ δι ὃ περισπαστέον γενικὴ γάρ ἐστι πληθυντικῆ ὀνόματος τοῦ θεός ⁑
msA, 24.C7, commenting on 24.77 ὡς ἔφατ’ ὦρτο δὲ Ἶρις ἔτι προς τὸ προκείμενον δια τὴν ὁμοιότητα τοῦ μαρτυρίου ⁑
msAint, 24.C1, commenting on 24.68 ὅσον ἐπι τῇ ἐμῇ κρίσει ⁑
msAint, 24.C2, commenting on 24.74 τὸ εῖ αντ ειθε διὸ οὐδε ὑποστικτέον ⁑
msAint, 24.C3, commenting on 24.78 οτ τὴν Σαμοθράκην ουτ εἶπεν