Manuscript msA, page 312v
| prev: 312r | next: 313r |
24.80 ἡ δὲ μολυβδαίνῃ ἱκέλη ἐς βυσσὸν ὄρουσεν·1
24.81 ἥ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα1, 2
24.82 ἔρχεται . ὠμηστῇσιν ἐπ’ ἰ̈χθύσι κῆρα φέρουσα·1
24.83 εὗρε δ’ ἐνι σπῆϊ γλαφυρῷ Θέτιν , ἀμφι δ’ ὰρ ἄλλαι1, 2
24.84 εἵαθ’ ὁμηγερέες ἅλιαι θεαὶ . ἡ δ’ ἐνι μέσσῃς1
24.85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος . ὅς οἱ ἔμελλε1
24.86 φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης·1
24.87 ἀγχοῦ δ’ ἱσταμένη προσέφη . πόδας ὠκέα Ἶ̈ρις ·
24.88 ὄρσο Θέτι · καλέει Ζεὺς . ἄφθιτα μήδεα εἰδώς·
24.89 τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
24.90 τίπτέ με κεῖνος ἄνωγε μέγας θεός· αἰδέομαι δὲ
24.91 μίσγεσθ’ ἀθανάτοισιν· ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ·
24.92 εῖμι μὲν , οὐδ’ άλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ·
24.93 ὡς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων
24.94 κυάνεον . τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος .1
24.95 βῆ δ’ ϊέναι . πρόσθεν δὲ ποδήνεμος ὠκέα ῗρις
24.96 ἡγεῖτ’· ἀμφι δ’ ἄρά σφι λιάζετο κῦμα θαλάσσης·
24.97 ἀκτὴν δ’ εἰσ ἀναβᾶσαι . ἐς οὐρανὸν ἀϊχθήτην·1, 2
24.98 εὗρον δ’ εὐρύοπα Κρονίδην . περὶ δ’ ἄλλοι ἅπαντες
24.99 εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ , αἰὲν ἐόντες·
24.100 ἡ δ’ ἄρα πὰρ Διῒ πατρὶ καθέζετο· εῖξε δ’ Ἀθήνη .1
24.101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε .
24.102 καί ῥ’ εὔφρην’ ἐπέεσσι· Θέτις δ’ ὤρεξε πιοῦσα .
24.103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
24.104 ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ .1
msA, 24.D1, commenting on 24.80 ες βυσσὸν όρουσεν : ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ὸς λήγοντα ὀνόματα δισύλλαβα , ἀρχόμεν ἀπο συμφώνου ἡ συμφώνων δεδιπλασιασμένον ἔχον τὸ ς , ὀξύνεσθαι θέλειν κισσὸς πεσσὸς . ἀντι τοῦ πίπτει τὸ μέσσος ⁑
msA, 24.D2, commenting on 24.81 ἥ τε κατ αγραύλοιο βοὸς κέρας : ὅτι οὐ λεγεί βοὸς κέρας βοὸς τρίχα δια τὸ τριχίνην εῖναι τὴν ὁρμίαν λίναις γὰρ ἐχρῶντο . οἱ δὲ νῦν οὐδε βοείαις χρῶνται ἀλλ’ ἱππείαις . λέγοι ἂν οὖν βοὸς κέρας κυρίως κατεσκεύαζον γὰρ σύριγγα· ἐκ κέρατος βοειοῦ , ἣν παρετίθεσαν τῇ ορμίᾳ ὑπερ τὸ ἄγκιστρον ὅπως μὴ οἱ ϊχθῦς ἀποτρώγωσι τὸν λίνον ⁑
msA, 24.D3, commenting on 24.82 ὠμηστῆισιν ἐπι χθύσι κήρα φέρουσα : ἔνιαι τῶν κατὰ πόλεις ἐπι χθῦσι πῆμα φέρουσα ἄτοπον γὰρ ἐπ ἰχθύων κῆρα λέγειν ⁑
msA, 24.D4, commenting on 24.83 ὠμηστῇσιν : ὡς ορχηστῇσιν προείρηται δὲ ⁑
msA, 24.D5, commenting on 24.84 εἵαθ’ ὁ μηγερέεσ : Ἀριστοφ τὸ εἵατο δασέως . Ἀρίσταρχ ψιλοῖ·προ εἴπομεν δὲ πε τῆς λέξεως ⁑
msA, 24.D6, commenting on 24.86 φθίσεσθ’ ἐν Τροίῃ : ἀθετεῖται ὅτι περισσός ἐστι τὸ γὰρ οἷ ἐστὶν αὐτῷ καὶ τὸ ἔμελλεν ἀντι τοῦ εῴκει Ὁμήρ οὐχι τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι ⁑
msA, 24.D7, commenting on 24.94 τοῦδ’ οὔτι μελάντερον ἔπλετο ἔσθος : ψιλῶς τὸ ἔσθος καὶ ἐσθής οὐ μόνον διὰ τὴν συναλιφήν ἀλλα καὶ ἀλόγον· ἡμεῖς προ εἴπομεν ἀνασκευάσαντες τοὺς ὑπο τῶν προ εμοῦ εἰρημένους τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει επιφερομένου τοῦ ς μετα δα , ὀσφῦς ὀσφραίνεσθαι · ἀσφοδελος ἀσφάραγος . ἀσχάλλω . ὀσχέος · ἴσχω ἰσχοῦ · ἀσθενής ἐσθλὸς ἄσθμα ἔσθω οὕτως ἄρα καὶ ἔσθος καὶ ἐσθής ⁑
msA, 24.D8, commenting on 24.97 ἀκτὴν δ’ ἐισ αναβᾶσαι : προσ τα πε τοῦ Ὀλύμπου ουνον γὰρ νῦν ειπὼν ὑποβὰς φησὶν ήλυθες Οὔλυμπον δὲ , παρ ὅσον ἐπουνια τινα μέρη εστι τοῦ Ολυμπ ὑπερ ταν έφη διήκοντα ⁑
msA, 24.D9, commenting on 24.100 ἡ δ’ ἄρα παρ’ Διῒ : προς τὴν καθέδραν Αθηνᾶς και Ἡρας ὅτι ἑκατέρωθεν τοῦ Διός · καὶ ὅταν λέγῃ αἱ δοῖαι Διὸς ἀμφὶς τὸ αυτο σημαίνει Διὸς ἐκατέρωθεν οὐχ ὥς τινες δέχονται χωρὶς , ἀλλα μόνον καθ ἑαυτὰς ἐχουσαι τὰς γνώμας ⁑
msA, 24.D10, commenting on 24.104 ἤλυθες Οὔλυμπον δὲ : ὅτι ἄνω εῖπεν εἰς οὐρανὸν ἀϊχθήτην . νύν δὲ εἰς Ὀλυμπον παραγεγονέναι . αἱ γὰρ κορυφαὶ τοῦ Ὀλύμπου ἐπουνιοι ⁑
msAil, 24.D1, commenting on 95 ἐχωρίζετο