Manuscript msA, page 313r
| prev: 312v | next: 313v |
24.105 πένθος ἄλαστον ἔχουσα μετα φρεσὶν . οῖδα καὶ αὐτός·
24.106 ἀλλὰ καὶ ὡς , ἐρέω τοῦ σ’ εἵνεκα δεῦρο κάλεσσα·
24.107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν όρωρεν
24.108 Ἕκτορος ἀμφὶ νέκυϊ καὶ Ἀχιλῆϊ πτολιπόρθῳ·1
24.109 κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην·1
24.110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτι ἅπτω .1, 2, 3
24.111 αἰδῶ καὶ φιλότητα τεὴν μετ’ όπισθε φυλάσσων·
24.112 αῖψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῶ ἐπίτειλον .
24.113 σκύζεσθαί οἱ , εἰπὲ θεοὺς . ἐμὲ δ’ ἔξοχα πάντων
24.114 ἀθανάτων κεχολῶσθαι . ὅτι φρεσὶ μαινομένῃσιν
24.115 Ἕκτορ ‘ ἔχει παρὰ νηυσὶ κορωνίσιν . οὐδ’ ἀπέλυσεν·
24.116 αί κέν πως ἐμέ τε δείσῃ . ἀπό θ’ Ἕκτορα λύσῃ·
24.117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ι̂̈ριν ἐφήσω·
24.118 λύσασθαι φίλον υἱὸν . ἰ̈όντ’ ἐπὶ νῆας Ἀχαιῶν .
24.119 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν . τά κε θυμὸν ἰ̈ήνῃ·
24.120 ὡς ἔφατ’ . οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα·
24.121 βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα·1
24.122 ῗξεν δ’ ἐς κλισίην οὗ , υἱέος· ἔνθ’ ἄρα τόν γε
24.123 εὗρ’ αδινὰ στενάχοντα· φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
24.124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·1
24.125 τοῖσι δ’ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱ̈έρευτο·1
24.126 ἡ δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ .1
24.127 χειρὶ τέ μιν κατέρεξεν . ἔπος τ’ ἔφατ’ . ἔκ τ’ ὀνόμαζε·
24.128 τέκνον ἐμόν· τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
24.129 σὴν ἔδαιε κραδίην . μεμνημένος . οὐδ έτι σίτου .1
msA, 24.X1, commenting on 24.108 Ἕκτορος ἀμφι νέκυϊ· ὅτι ουτ λε Ἕκτορος νέκυϊ οὐχ Ἐκτορα · καὶ ἀλλαχοῦ οἰσέμεναι νεκρὸν Ελπήνορα ⁑
msA, 24.X2, commenting on 24.109 κλέψαι δ’ οτρύνεσκον ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευὴ ἀλλ’ ήτοι κλέψαι μὲν ἐάσομεν . ἡ δὲ Μασσαλιωτικῇ ὀτρύνουσιν οὕτως καὶ ἡ Χία ⁑
msA, 24.X3, commenting on 24.110 αὐτὰρ ἐγὼ τόδε . ὅτι προϊάπτω Ἀρίσταρχος καὶ ταυτόν ἐστι τῶ προϊάλλω ⁑
msA, 24.X4, commenting on 24.110 Ἀχιλλῆϊ προτιάπτω : Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης καὶ Διονυσιος ὁ Θραξ δια τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ διασυνούσι τὸ α ἵνα ᾗ προσάπτω ἀνατίθημι· οἱ δὲ χώ τοῦ τ ἔγραψαν καὶ ἐψίλωσαν τὸ α ἵνα ταὐτὸν ὑπάρχη τῷ προϊάλλω οἷον δίδωμι προσπενδω· οὕτως δὲ καὶ Ζηνοδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς πρὸς Κομάνον ⁑
msA, 24.X5, commenting on 24.121 βῆ δὲ κατ Ουλύμποιο ὅτι παλιν ἐξ Ολύμπου λέγει κατιέναι ἄνω δὲ οὐρανὸν ἀϊχθήτην ⁑
msA, 24.X6, commenting on 24.124 ἐσσυμένως ἐπένοντο : ὅτι ἅπαξ νῦν ἐν Ἰλιαδι καὶ ἅπαξ ἐν οδ . τὸ ἄριστον ἐντύνον τὸ ἄριστον · ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα τρεῖς γὰρ τροφὰς ἐλάμβανον οἱ ἥρωες ⁑
msA, 24.X7, commenting on 24.129 σὴν ἐν δε κραδίην : βραχὺ διασταλτ μετα τὸ κραδίην · Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν ὡς ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ανον . ⁑