Manuscript msA, page 313v
| prev: 313r | next: 314r |
24.130 οὔτ’ εὐνῆς· ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι1
24.131 μίσγεσθ’ , οὐ γάρ μοι δηρὸν βέῃ . ἀλλά τοι . ἤδη
24.132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή·
24.133 ἀλλ’ ἐμέθεν ξύνες ὦκα . Διὸς δέ τοι ἄγγε̂λος εἰμιν
24.134 σκύζεσθαί σοι φησὶ θεούς . ἑὲ δ’ ἔξοχα πάντων1, 2
24.135 ἀθανάτων κεχολῶσθαι . ὅτι φρεσὶ μαινομένῃσιν
24.136 Ἕκτορ ‘ ἔχεις παρα νηυσὶ κορωνίσιν . οὐδ’ ἀπέλυσας·
24.137 ἂλλ’ ἄγε δη λῦσον· νεκροῖο δὲ δέξαι ἄποινα·
24.138 τὴν δ’ ἀπαμειβόμενος . προσέφη πόδας ὠκὺς Ἀχιλλε` ·
24.139 τῇδ’ εἴη . ὃς ἄποινα φέροι . καὶ νεκρὸν ἄγοιτο·1
24.140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει·
24.141 ὡς οἵ γ’ ἐν νηῶν ἀγύρει . μήτηρ τὲ καὶ υἱὸς .1
24.142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον·
24.143 Ι̂̈ριν δ’ ὤτρυνε Κρονίδης εἰς Ί̈λιον ἱ̈ρήν .1
24.144 βάσκ’ ΐθι Ι̂̈ρι ταχεῖα· λιποῦσ’ έδος Ὀλύμποιο .1
24.145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴ̈λιον εἴσω .1
24.146 λύσασθαι φίλον υἱὸν . ἰ̈όντ’ ἐπι νῆας Ἀχαιῶν ·
24.147 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν . τά κε θυμὸν ϊήνῃ·
24.148 οἶον · μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴ̈τω ἀνήρ·1
24.149 κῆρυξ τίς , οἱ , ἕποιτο γεραίτερος . ὅς κ’ ἰ̈θύνοι
24.150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον , ἡ δὲ καὶ αὖτις1, 2
24.151 νεκρὸν ἄγοι προτι ἄστυ , τὸν ἔκτανε δῖος Ἀχιλλεύς ·1
24.152 μη δέ τι , οἱ , θάνατος μελέτω φρεσὶ , μὴ δέ τι τάρβος·
24.153 τοῖον γὰρ οἱ , πομπὸν ὀπάσσομεν ἀργειφόντην .
24.154 ὃς ἄξει . είως κεν ἄγων , Ἀχιλῆϊ πελάσσῃ·
msA, 24.X8, commenting on 24.130 οὐτ’ εὐνῆς· ἀγαθόν δὲ ἀθετοῦνται στιχ γ ὅτι ἀπρεπὲς μρα υἱῷ λέγειν· ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι ἔτι δὲ καὶ ἁπάντων ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι χρεία γὰρ εὐτονίας καὶ πνς καὶ τὸ λέγειν ὅτι ἀθανατός σου ἐγγυς ἐστιν ἄκαιρον· διεσκεύακε δέ τις αὐτούς , οἰηθεὶς ἀποκρέμασθαι . οὐδέ τι σίτου · πλῆρες δὲ ἐστι· σὴν έδεαι κραδίην οὐδε τὸ τυχὸν σίτου μεμνημένος ⁑
msA, 24.X9, commenting on 24.134 σκυζεσθαί σοι φησὶ θεοὺς ουτ εῖπεν ἀντι τοῦ ἑαυτόν ἑὲ . ἡ διπλῆ , Καλλίστρατος οὖν καὶ Ἀρίσταρχ δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας τῷ δε τόνῳ ὡς ἐμέ ⁑
msA, 24.X10, commenting on 24.145 ἄγγειλον Πριάμῳ ὅτι τοπικῶς ἀντι τῆς προθέσεως θέλει γὰρ εἰπεῖν εἰς Ἴλιον ⁑
msA, 24.X11, commenting on 24.151 νεκρὸν ἄγοι προτι άστυ : ὅτι ουτ εἴρηκε νεκρὸν ὃν ἔκτανε ἀντι τοῦ ὃν κτείνας νεκρὸν ἐποίησεν ὡς ἐπι τοῦ ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ ⁑