Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 314r

Manuscript msA, page 314r

image

prev: 313v next: 314v

Iliad text

24.155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος .image

24.156 οὔτ’ αὐτὸς κτενέει . ἀπό τ’ ἄλλους πάντας ἐρύξει·image

24.157 οὔτε γάρ ἐστ’ ἄφρων , οὔτ’ ἄσκοπος , οὔτ’ ἀλιτήμων·image

24.158 ἀλλὰ μάλ’ ἐνδυκέως ἱ̈κέτεω πεφιδήσεται ἀνδρός·image

24.159 ὣς ἔφατ’ , ὦρτο δὲ Ϊ̂ρις ἀελλόπος ἀγγελέουσα·image

24.160 ΐξεν δ’ ἐς Πριάμοιο , κίχεν δ’ ἐνοπήν τε γόον τε·image

24.161 παῖδες μὲν πατέρ’ ἀμφι καθήμενοι ἔνδοθεν αὐλῆςimage

24.162 δάκρυσιν εἵματ’ ἔφυρον· ὃ δ’ ἐν μέσσοισι γεραιὸςimage

24.163 ἐντυπά̆ς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφι δὲ πολλὴimage1, 2

24.164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος ,image1

24.165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι·image1, 2, 3

24.166 θυγατέρες δ’ ἀνὰ δώματ’ ἰ̈δὲ , νυοὶ ὠδύροντοimage

24.167 τῶν μιμνησκόμεναι . οἳ δὴ πολέες τε καὶ ἐσθλοὶimage

24.168 χερσὶν ὑπ Αργείων κέατο ψυχὰς ὀλέσαντες·image

24.169 στῆ δὲ παρα Πρίαμον Διὸς ἄγγελος , ἠδὲ προσηύδᾱimage

24.170 τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·image

24.171 θάρσει Δαρδανίδη Πρίαμε φρεσὶ . μὴ δέ τι τάρβει·image

24.172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη , τόδ’ ϊκάνω·image1

24.173 ἂλλ’ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι·image

24.174 ὃς σεῦ ἄνευθεν , ἐὼν , μέγα κήδεται . ἠδ’ ἐλεαίρει·image1

24.175 λύσασθαί σε κέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον·image1

24.176 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν , τά κε θυμὸν ἰ̈ήνῃ·image

24.177 οἶον μη δέ τις ἄλλος ἅμα Τρώων ΐτω ἀνὴρimage

24.178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος , ὅς κ’ ϊθύνοιimage

24.179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον , ἥ δὲ καὶ αὖτιςimage

Scholia text

msA, 24.1, commenting on 24.163 ἐντυπὰς ἐν χλαίνῃ : ὅτι ἐν ἴσω τῷ ἐντυπωδίῳ ὥστε δια τοῦ ϊματίου τοῦ σώματος τὸν τυπ φαίνεσθαι ⁑image

msA, 24.2, commenting on 24.163 ἐντυπὰς ἐν χλαίνῃ : οὕτω φησὶν αὐτὸν κεκαλῦφθαι τῇ χλανιδ ἐντετυπωμένιοις τοῖς ϊματίοις ὅλον τὸ σῶμα ὥστε μόνον τῶν μελων τύπων φαίνεσθαι ⁑image

msA, 24.3, commenting on 24.164 κόπρος ἔην κεφαλῇ τε : ὅτι τὸ τοῖου οὐκ έστιν ἀγαθοῦ ὡς οἱ Γλωσσογράφοι ἀλλα θαυμαστικῶς τοιούτου καὶ ὅτι κόπρος τὰ κόπρια ⁑image

msA, 24.4, commenting on 24.172 οὐ μὲν γάρ τοι ἐγὼ ὅτι ἀπο τῶν ὄσσων προορωμένη καὶ τὸ τόδε τοπικῶς ἀντι τοῦ ενταυθ ⁑image

msA, 24.5, commenting on 24.174 ὃς σεῦ ἄνευθεν εῶν ὅτι ἐνταυθ ὑγιῶς λέγεται ἐκεῖ δὲ κακῶς υπ τοῦ Ονείρου προ τὸν Ἀγάμε ⁑image

msAext, 24.1, commenting on 24.175 ἐκελευσενimage

msAil, 24.1, commenting on 24.165@κατεμήσατο κατεχέατοimage

msAim, 24.1, commenting on 24.165 γράφεται φίλῃσι ⁑image